Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως·

καὶ εὗρον ἀπὸ οἰκούντων ἰαβεὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼν τὴν ἐν γῇ Χανάαν.

Καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμεὶν ἐν τῆ πέτρα ῾Ρεμμών, καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.

καὶ ἐπέστρεψεν Βενιαμεὶν πρὸς τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων ᾿Ιαβεὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως.

καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμείν, ὅτι ἐποίησεν Κύριος διακοπὴν ἐν ταῖς φυλαῖς ᾿Ισραήλ.