Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἢλθοσαν ἕως Ἰεβούς· καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα, καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ Ἰεβουσεὶν ταύτην, καὶ αὐλισθῶμεν ἐν αὐτῇ.

καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν Ἰσραὴλ ὧδε, καὶ παρελευσόμεθα ἕως Γαβαά.

καὶ εἶπεν τῷ νεανίᾳ αὐτοῦ Δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων, καὶ αὐλισθησόμεθα ἐν Γαβαὰ ἢ ἐν Ῥαμά.

καὶ παρῆλθον καὶ ἐπορεύθησαν, καὶ ἔδυ ὁ ἤλως αὐτοῖς ἐχόμενα τῆς Γαβαά, ἥ ἐστιν τῷ Βενιαμείν.

καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν αὐλισθῆναι eV Γαβαά· καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν [*](Α) [*](6 οἱ δύο ἔπι τὸ αὐτὸ] ἔπι τὸ αὐτὸ ἀμφότεροι Α | ἄγε δη] αρξαμενος Α | θυνθησεται] ἀγαθυνθήτω Α 7 του πορεύεσθαι] ἀπελθεῖν Α | εκακαι] πάλιν Α 8 πέμπτη] τρίτη Α | πορευθηναι] ἀπελθεῖν Α | om δὴ Α | σου] + ἄρτω Α | στράτευσον] στρατεύθητι Α | κλιναι] κλεινὴ Α | τὴν ημεραν] η ἥμερα Α | ἔφαγον] + καὶ ἔπιον Α | οἱ δύο] ἀμφότεροι Α 9 πορευθῆναι] ἀπελθεῖν Α | ο νεανίας] τὸ παιδάριον Α | ἠσθένησεν η ἠμ’ εἰ τὴν εσπ.] εἰς εσπ. κέκλικεν η ἠμ’. Α | αὐλίσθητι] κατάλυσον Α | ὧδε] + ἔτι σήμερον καὶ μειναται ὧδε Α | ἀγαθυνθήσεται] ἀγαθυνθήτω Α | ὀδὸν | pr τὴν Α j πορευση] απελευση Α 10 ευδοκησεν] ἠθέλησεν Α | ἦλθεν ἕως απεναντι] παρεγενοντο ἕως κατέναντι Α | όνων] υποζυγιων Α 11 καὶ ηλθοσαν εως] ἔτι ἀυτῶν ὄντων κάτα Α | προβεβηκει] κεκληκυια Α | ο νεανιας] τὸ παιδάριον Α | πόλιν του Ιεβουσειν τὴν π. του Ιεβουσαιου Α 12 ο κݲςݲ αὐτοῦ πρὸς Α | οὐκ ἐκκλινοῦμεν] οὐ μὴ εκκλεινω Α | αλλοτριαν] ἀλλοτρίου Α | om ἐν Α | ἄπο υιων] ἐκ τῶν ὑιῶν Α | om ὧδε Α 13 νεανία] παιδαρίῳ Α | εγγισωμεν ἔλθωμεν Α | CVL] εἰς ἔνα Α | αυλισθησομεθα] αὐλισθῶμεν Α | om η ἐν Ραμα Α 14 ἐπορεύθησαν] ἀπῆλθον ἐν Γαβαα Α | om αὐτοῖς Α | τὼ Βενιαμειν] του Βενιαμειν Α 15 αὐλισθῆναι] καταλύσαι Α)

529
τῇ πλατεία τῆς πόλεως, καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτούς εἰς οἰκίαν [*](Β) αὐλισθῆναι.

καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ, καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους Ἐφράιμ καὶ αὐτὸς παρῴκει ἐν Γαβαά, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμείν.

καὶ ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Ποῦ πορεύῃ, καὶ πόθεν ἔρχΣῃ;

καὶ εἶπεν πρὸς αὐτόν Παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλέεμ Ἰούδα ἕως μηρῶν ὄρους Ἐφράιμ· ἐκεῖθεν ἐγώ εἰμι, καὶ ἐπορεύθην ἕως Βηθλέεμ Ἰούδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι· καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν.

καί γε ἄχυρα καὶ χορτάσματά ἐστιν τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτοι καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παιδίων σου· οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.

καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Εἰρήνη σοι· πλὴν πᾶν ὑστέρημά σου ἐπ’ ἐμέ, πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ.