Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἰσήκουσεν ὁ θεὸς τῆς φωνῆς Μανῶε, καὶ ἦλθεν ὁ ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα· καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανῶε ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ’ αὖ

καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμεν καὶ ἀνήγγειλεν τῷ ἀνδρὶ καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ὦπται πρὸς μὲ ὁ ἀνὴρ ὃς ἦλθεν ἑv ἡμέρᾳ πρὸς μέ.

καὶ ἀνέστη καὶ ἐπορεύθη Μανῶε ὀπίσω τῆς αὐτοῦ, καὶ ἦλθεν πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα ; καὶ εἶπεν ὁ ἄγγελος Ἐγώ.

καὶ εἶπεν Μανῶε Νῦν ἐλεύσεται ὁ λόγος σου· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ ;

καὶ εἶπεν ὁ Κυρίου κυρίου πρὸς Μανῶε Ἀπὸ πάντων ὧν εἴρηκα πρός τὴν γυναῖκα φυλάξεται·

ἀπὸ παντὸς ὃ ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου οὐ φάγεται, καὶ οἶνον καὶ σίκερα μέθυσμα μὴ πιέτω, καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα ὅσα ἐνετειλάμην αὐτῷ φυλάξεται.

καὶ εἶπεν Μανῶε πρὸς τὸν ἄγγελον Κυρίου κατάσχωμεν ὧδέ σε, καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν.

καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανῶε Ἐὰν κατάσχῃς με, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου· καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανῶε ὅτι ἄγγελος Κυρίου αὐτός.

καὶ εἶπεν Μανῶε πρὸς τὸν ἄγγελον κυρίου Τί τὸ ὄνομά σοι ; ὅτι ἔλθοι τὸ ῥῆμά σου, καὶ δοξάσομέν σε.

καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Κυρίου Εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου ; καὶ αὐτό ἐστιν θαυμαστόν.

καὶ ἔλαβεν Μανῶε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ, καὶ διεχώρισεν ποιῆσαι· καὶ Μανῶε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες.