Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνείτης.

καὶ ἦσαν αὐτῷ τεσσεράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοί, ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους· καὶ ἔκρινεν τὸν Ἰσραὴλ ὀκτὼ ἔτη.

καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνείης, καὶ ἐτάφη ἐν Φαραθὼμ ἐν γῇ Ἐφράιμ ἐν ὄρει τοῦ Ἀμαλήκ.

καὶ προσέθηκαν οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Φυλιστιεὶμ τεσσεράκοντα ἔτη.

Καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαρὰλ ἀπὸ δήμου συγγενείας τοῦ Δάνει καὶ ὄνομα αὐτῷ Μανῶε, καὶ γυνὴ αὐτῷ στεῖρα καὶ οὐκ ἔτεκεν.

καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ συλλήμψῃ υἱόν.

καὶ νῦν καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα, καὶ μὴ φάγῃς πᾶν

ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν, κα σίδηρος ὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι ναζεὶρ θεοῦ ἱστᾶι τὸ ἀπὸ τῆς κοιλίας· καὶ αὐτὸς ἄρξεται τοῦ σῶσαι τὸν Ἰσραὴλ Φυλιστιείμ.

καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ λέγουσα Ἄντρωπος θεοῦ ἦλθεν πρὸς μέ, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου θεοῦ φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτὸν πόθεν ἐστίν, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι.

καὶ εἶπέν μοι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίης οἶνον κα μέθυσμα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι ἅγιον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ.

καὶ προσηύξατο Μανῶε πρὸς Κύριον καὶ εἶπεν Ἐν ἐμοί, Κύριε Ἀδωναῖε, τὸν ἄνθρωπον [*](Α) [*](13 Αβδων] Λαβδωμ Α Ι Ελληλ] Σελλημ Α εγενοντο Α Ι τεσσαράκοντα Β b | υιων υιοι] τῶν ὑιῶν αὐτοῦ Α Ι επιβαιεπεβεβηκοτες Α 15 Αβδων] Λαβδω| Α | Ελληλ Ελληχ Β* vid)] ι Α Ι Φραθωνιτης Α Ι Φαραθωμ] Φρααθων Α | του Αμαληκ] Λανακ Α ΧΙΙΙ 1 προσεθηκαν] προσεθεντο Α | ενωπιον] εναντιον Α Κυριος Α | Φυλιστιειμ] ἀλλοφύλων Α | τεσσαρακ. Β b 2 ἢν] ἐγένετο εγενετο Α | om εἰς Α Ι ἄπο (bis)] ἐκ Α | Σαραα Α | δήμου συγγενέας του Δανει Δὰν Β b)] τῆς φυλῆς του Δαν Α | γυνη αυτω] η γυνὴ αὐτοῦ Α Ι ετεκεν] ἔτικτεν Α 3 πρὸς 2° sup ras Β ab ἴδου] + δὴ Α Ι καὶ 4°] pr καὶ εγγαστρι ἔξεις Α Ι συλλημψη] τέξῃ Α 4 δὴ Α | μέθυσμα] σίκερα Α 5 ἔχεις] ἔξεις Α | ουκ αναβ. σίδηρος Α | ναζειρ] ηγιασμενον ναζιραιον Α | θεοῦ ἔσται] ἔσται τω θωݲ Α | ἄπο τῆς κοιλιας] εκ τῆς γαστρὸς Α | του σωσαι] σώζειν Α Ι Φυλιστιειμ] ἀλλοφύλων Α 6 εισηλθεν] ἦλθεν Α Ι ἄνθρωπος] pr ὅτι Α | θεοῦ (bis)] pr του Α Ι ἕδος °] η ορασεις Α | εἶδος 2°] ὅρασις Α Ι φοβερὸν] ἐπιφάνης Α | om οὐκ 1° Α | Α 7 εχεις] ἔξεις Α Ι μέθυσμα] σίκερα Α Ι πὰν ἀκάθαρτον] πάσαν ἀκαθαρσίαν Α αγιον] ωαζειραιον Α | εσται] εστιν Α | γαστρος] pr τῆς Α 8 προσηυξατο] ἐδεήθη Α Ι πρὸς Τύριον] του #x772; Α Ι om Αδωναιε Α | ’τον αν- Α)

513
τοῦ θεοῦ ἃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ συνβιβασάτω [*](B) ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ.