Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἦλθεν Ἰεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ ἢν [*](24 τοὺς πάντας ους] πάντα ὅσα Α Ι ἐξῆρεν] κατεκληρονόμησεν σοι Α | om Α ἄπο προσώπου ἤμων Α | αυτους] ἀυτὰ Α | κληρονομήσωμεν Α 25 ἐν αγαθω αγαθωτερος] κρείσσων Α | σὺ] pr εἰ Α | ὕπερ] του Α | υἱοῦ Α Ι βασιλέα] βασιλέως A | μαχόμενος] μάχη Α | αὐτὸν] αὐτοῖς Α 26 οικησαι] οἴκω Ιηλ Α | τοῖς ὁρίοις (bis)] ταῖς θυγατράσιν Α | γῆ Αροηρ] Ιαζηρ Α | om καὶ 5° Α | δία τι] διότι Α | ἐρρύσω] ἐρύσαντο Α 27 om νυν Α | om εἰμι Α | πολεμήσαι Α Ι κρίνων] pro Α Ι ὑιῶν (bis)] pr τῶν Α 28 εισηκουσεν Α Ι τῶν λόγων] pr καὶ οὐκ εἰσήκουσεν Α 29 ἐγένετο] ἐγενήθη Α | παρῆλθεν (bis)] διέβη Α | ’τον Γάλ’.] τὴν γῆν Γάλ’. Α Ι Μαννασση Α Ι εἰς τὸ περαν] και ἄπο σκοπιὰς Γαλααδ Α 30 δίδους δὼς] παραδώσει παραδῷς μοι Α | τῆ χειρι] om τῆ Α 31 ἔαν] ἀν’ Α | ἄπο τῆς θυρας] ἐκ τῶν θύρων Α | ἀπάντησιν Α Ι επιστρεφειν] ἐπίστρεψαι Α | υιων] pr τῶν Α | ανοισν] pr καὶ Α 32 παρηλθεν] διέβη Α | υιους] pr τοὺς Α | παραταξασθαι] του πολεμήσαι Α 33 ἕως Ι°] pr καὶ Α | ελθειν] pr τους Α | αχρις Αρνων] εἰς Σεμωειθ Α | om ἐν ἀριθμῶ Α | om καὶ 2° Α Ι Εβελχαρμειν] Αβελ ἀμπελώνων Α | συνεσταλησαν] Α 34 Α | υπαντησιν] ἀπάντησιν αὐτοῦ Α | om ἢν Α)

510
[*](B) αὕτη μονογενής, οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ. τὸ

καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Ἆ ἆ θυγάτηρ μου, ταραχῇ ἐτάραξάς με, καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου· καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς Κύριον, καὶ οὐ δυνήσομαι ἐπιστρέψαι.

ἡ δὲ εἶπεν πρὸς αὐτόν Πάτερ, ἤνοιξας τὸ στόμα σου πρὸς κύριον· ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου, ἐν τῷ ποιῆσαί σοι κύριον ἐκδίκησιν ἀπὸ τῶν ἐχθρῶν σου, ἀπὸ υἱῶν Ἀμμών.

καὶ ἥδε εἶπεν πρὸς τὸν πατέρα αὐτῆς Ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον· ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη, καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου.

καὶ εἶπεν Πορεύου· καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.

καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἢν ηὔξατο· καὶ αὕτη οὐκ ἔγνω ἄνδρα. καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ἰσραήλ·

ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ἰσραὴλ θρηνεῖν τὴν θυγατέρα Ἰεφθάε Γαλααδ ἐπὶ τέσσαρες ἡμέρας ἐν τῷ ἐνιαυτῷ. καὶ ἐβόησεν ἀνὴρ Ἐφράιμ, καὶ παρῆλθαν εἰς XII

XIIβορρᾶν καὶ εἶπον πρὸς Ιεφθάε Διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἄμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκον σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.

καὶ εἶπεν Ἰεφθάε πρὸς αὐτούς Ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Ἄμμων σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.

καὶ εἶδον ὅτι [*](Α) [*](34 μονονγενης] + ἀυτῶ ἀγαπητὴ Α Ι ἢν ἀυτῶ ἕτερος] ἐστιν ἀυτῶ πλὴν ἀύτης Α 35 εγενετο] ἐγενήθη Α | ws] ἥνικα Α Ι om αὐτὸς Α | διέρρηξεν] pr καὶ Α | αὐτοῦ] ἀύτης Α Ι α α] οιμμοι (sic) Α | θύγατερ Α | ταραχη...ταραχω] εμπεποδεστατη (sic) καὶ σεμνοτατη| εἰς σκῶλον ἐγένου ἐν οφθαλ|μοις Α | καὶ ἐγὼ εἰμι ει μὴ B)] ἐγὼ ’δε Α | κάτα σου τὸ στόμα μου] τὸ ’στ’. μου πέρι σου Α | αποποιησον] Α 36 η ’δε] καὶ Α Ι πάτερ] + μου Α Ι ἤνοιξας] pr εἰ ἐν ἐμοὶ Α | ποίησον] ποίει Α Ι ἐν τὼ ποίησαι σοι κύριον εκδικησιν] ἀνθ’ ὢν ἐποίησεν σοι #x772; ἐκδικήσεις Α | ἄπο (bis)] ἐκ Α I ὑιῶν] pr τῶν Α 37 om ἦδε Α | ποιησάτω δὴ ο πατὴρ μου] καὶ ποίησον μοι Α | ’τον λόγον τοῦτον] τὸ ῥῆμα τοῦτο Α Ι om τὰ ὄρη καὶ κλαύσομαι ἔπι τὰ Α* (hab Α 1 (mgg) Ι εγω εἰμι] καὶ ἐγὼ Α Ι αυν|εταιρ. B* συνε|ταιρ. Β b 38 ἐξαπέστειλεν Α 39 ἐν τέλει τῶν] μέτα τέλος Α Ι ἐπέστρεψεν] ἀνέκαμψεν Α Ι ἐποίησεν ἐν αυτη] ἐπετέλεσεν Ιεφθαε Α | ἐγένετο] ἐγενήθη Α 40 ἄπο] εξ Α | συνεπορεύοντο Α Ι θυγατέρες] pr αἰ Α | Γαλααδ] Γαλααδιτου Α Ι om ἔπι Α Ι τέσσαρας BbA XII 1 ἀνὴρ] συνήχθησαν οἱ υἱοὶ Α Ι παρῆλθαν] ἦλθον Α | βορραν] Κεφεινα Α | εἶπον Α | δία τι] τι ὅτι Α Ι παρῆλθες παρατάξασθαι] ἐπορεύθης A | υἱοῖς] pr τοῖς Α | om ἔπι σε Α 2 πρὸς αὐτοὺς Ιεφθ. A | μαχητης] αντιδικων Α | οι υιοι] om οἱ Α Ι σφόδρα] pr ἐταπείνουν με Α Ι υμας] pr πρὸς Α 3 ιδον Α)

511
οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον [*](B) πρὸς υἱοὺς Ἄμμων, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· ἀνέβητε ἐπ’ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί,.

καὶ συνέστρεψεν Ἰεφθάε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῶ Ἐφράιμ· καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφράιμ, ὅτι εἶπον οἱ διασωζόμενοι τοῦ Ἐφράιμ γμεῖς Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφράιμ καὶ ἐν μέσῳ τοῦ Μανασσή.

καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφράιμ· καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφράιμ Διαβῶμεν· καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαὰδ Μὴ Ἐφραθείτης εἶ; καὶ εἶπεν οὔ.

καὶ εἶπαν αὐτῷ εἰπὸν δή Στάχυς. καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως, καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου· καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἐφράιμ τεσσεράκοντα δύο χιλιάδες.

Καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἑξήκοντα ἔτη· καὶ ἀπέθανεν Ἰεφθάε ὁ Γαλααδείτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλαάδ.

Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραὴλ Ἀβαισὰν ἀπὸ Βαιθλέεμ.

καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν· καὶ ἔκρινεν τὸν Ἰσραὴλ ἑπτὰ ἔτη.

καὶ ἀπέθανεν Ἀβαισάν. καὶ ἐτάφη ἐν Βαιθλέεμ.