Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς βασιλέα Ἐδὼμ λέγων Παρελεύσομαι δὴ ἐν τῇ γῇ σου· καὶ οὐκ ἤκουσεν βασιλεὺς Ἐδώμ·

καὶ πρὸς βασιλέα Μωὰβ ἀπέστειλεν, καὶ οὐκ εὐδόκησεν. καὶ ἐκάθισεν Ἰσραὴλ ἐν Καδής, καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ, καὶ ἐκύκλωκαὶ σεν τὴν γῆν Ἐδὼμ καὶ τὴν γῆν Μωάβ· καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωὰβ καὶ παρενέβαλον ἐν πέραν Ἀρνῶν, καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωάβ, ὅτι Ἀρνῶν ὅριον Μωάβ.

καὶ ἀπέστειλεν ἀλλέλους πρὸς Σηὼν βασιλέα τοῦ Ἀμορραίου βασιλέα Εσεβών, αὐτῷ Ἰσραήλ Παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου

καὶ οὐκ ἐνεπίστευσεν Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν ἐν ὁρίῳ αὐτοῦ· καὶ συνῆξεν Σηὼν τὸν πάντα λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ἰάσα, καὶ παρετάξατο πρὸς Ἰσραήλ.

καὶ παρέδωκεν κύριος ὁ θεὸς Ἰσραὴλ τὸν Σηὼν καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ἰσραήλ, καὶ ἐπάταξεν αὐτόν· καὶ ἐκληρονόμησεν Ἰσραὴλ τὴν πᾶσαν γῆν τοῦ Ἀμορραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην,

ἀπὸ Ἀρνῶν καὶ ἕως τοῦ Ἰαβὸκ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Ἰορδάνου.

καὶ νῦν Κύριος ὁ θεός Ἰσραὴλ ἐξῆρεν τὸν Ἀμορραῖον ὀπὸ προσώπου λαοῦ αὐτοῦ Ἰσραήλ, καὶ σὺ κληρονομήσεις αὐτόν ;

οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Ἁμὼς [*](Α) [*](13 ἐν ειρηνη] μετ’ ιρηνης Α | καὶ πορευσομαι] καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεφθαε Α 14 om καὶ προσέθηκεν ἔτι Ιεφθαε Α | απεστειλεν] + Ιεφθαε Α | βασιλεα] pr ’τον Α 15 καὶ εἶπεν ἀυτῶ] λέγων Α | ουτω] τάδε Α | Ισρανλ] Ιεφθαε Α 16 om ὅτι Α | τὼ ἀναβαίνειν αυτους] τῆ ἀναβάσει ἀυτῶν Α | ἐπορεύθη] pr ἀλλ’ Α | Σειφ] ἐρυθρὰς Α | εις] εως Α 17 ἐξαπέστειλεν Α | om δὴ Α | ἐν τῆ γῆ] δία τῆς γῆς Α | βασιλευς] pr ο Α | καὶ °] + γε Α | εὐδόκησεν] ἠθέλησεν Α 18 επορευθη] διῆλθεν Α | ἦλθεν] παρεγένετο Α | ἄπο ἀνατολῶν] κατ’ ἀνατολὰς Α | τῆ γη] τῆς γῆς Α | περαν] pr τὼ Α | εἰσῆλθον Α | ἐν οριοις] εἰς τὸ ὅριον Α | ὅριον] pr ἢν Α 19 om του Αμορραιου βασιλέα Α | Εσεβων + ’τον Αμορραιον Α | παρελθωμεν] παρελεύσομαι Α | om δὴ Α | ἐν τῆ 777] δία τῆς γῆς Α | ημων] μου Α 20 ἐνεπίστευσεν Σηων τὼ Ισρ. παρελθεῖν ἐν ὁριῶ] ηθελσεν διελθεῖν τον| Ιηλ δία τῶν ὀρίων Α | συνῆξεν] συνήγαγεν Α | ’τον πάντα ’τον Α | παρενέβαλεν Α | Ιασα] Ιηλ Α | παρετάξατο] Α | προς] μέτα Α 21 avrov] αὐτοὺς Α | τὴν πάσαν] πάσαν τὴν Α | τὴν γῆν ἐκείνην] ἐν τῆ γῆ Α 22 ἄπο Ἀρνῶν] pr καὶ ἐκληρονόμησεν πα τὸ ὅριον του Αμορραιον Α | ἕως 20] pr καὶ Α 23 om Ισραηλ Α | απο] ἐκ Α | λαου] pr του Α | αυτον] + ἔπι σου Α 24 α ἔαν] ὅσα Α | κληρονομησει σε] κατεκληρονόμησεν σοι Α | Αμως] Χαμως B ab A)

509
ὁ θεός σου, αὐτὰ κληρονομήσεις; καὶ τοὺς πάντας οὓς ἐξῆρεν κύριος [*](B) ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν, αὐτοὺς κληρονομήσομεν.

καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλὰκ υἱὸν Σεπφὼρ βασιλέα Μωάβ; μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ἰσραὴλ ἢ πολεμῶν ἐπολέμησεν αὐτὸν

ἐν τῷ οἰκῆσαι ἐν Ἑσεβὼν καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ Ἀροὴρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ἰορδάνην τριακόσια ἔτη ; καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ;

καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι, καὶ σύ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί· κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ἰσραὴλ καὶ ἀνὰ μέσον υἱῶν ’

καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱῶν Ἄμμων τῶν λόγων λόγων ἀπέστειλεν πρὸς αὐτόν.

Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε Κθρίου, καὶ παρῆλθεν τὸν Γαλαὰδ καὶ τὸν Μανασσή, καὶ παρῆλθεν τὴν σκοπιὰν Γαλαὰδ εἰς τὸ πέραν υἱῶν Ἄμμων.

καὶ ηὔξατο Ιεφθάε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν Ἐὰν διδοὺς δῷς τοὺς υἱοὺς Ἄμμων ἐν τῇ χειρί μου,

καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἐὰν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνη ἀπὸ υἱῶν Ἀμμών, καὶ ἔσται τῶ κυρίῳ· ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.

καὶ παρῆλθεν Ἰεφθάε πρὸς υἱοὺς Ἄμμων παρατάξασθαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ.

καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ ἕως θεῖν ἄχρις Ἀρνῶν, ἐν ἀριθμῷ ἐν κοσι πόλεις, καὶ ἕως Ἐρελχαρμείν, πληγὴν μεγάλην σφόδρα· καὶ συνεστάλησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραάλ.