Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐν τῷ οἰκῆσαι ἐν Ἑσεβὼν καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ Ἀροὴρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ἰορδάνην τριακόσια ἔτη ; καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ;

καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι, καὶ σύ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί· κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ἰσραὴλ καὶ ἀνὰ μέσον υἱῶν ’

καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱῶν Ἄμμων τῶν λόγων λόγων ἀπέστειλεν πρὸς αὐτόν.

Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε Κθρίου, καὶ παρῆλθεν τὸν Γαλαὰδ καὶ τὸν Μανασσή, καὶ παρῆλθεν τὴν σκοπιὰν Γαλαὰδ εἰς τὸ πέραν υἱῶν Ἄμμων.

καὶ ηὔξατο Ιεφθάε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν Ἐὰν διδοὺς δῷς τοὺς υἱοὺς Ἄμμων ἐν τῇ χειρί μου,

καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἐὰν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνη ἀπὸ υἱῶν Ἀμμών, καὶ ἔσται τῶ κυρίῳ· ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.

καὶ παρῆλθεν Ἰεφθάε πρὸς υἱοὺς Ἄμμων παρατάξασθαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ.

καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ ἕως θεῖν ἄχρις Ἀρνῶν, ἐν ἀριθμῷ ἐν κοσι πόλεις, καὶ ἕως Ἐρελχαρμείν, πληγὴν μεγάλην σφόδρα· καὶ συνεστάλησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραάλ.

Καὶ ἦλθεν Ἰεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ ἢν [*](24 τοὺς πάντας ους] πάντα ὅσα Α Ι ἐξῆρεν] κατεκληρονόμησεν σοι Α | om Α ἄπο προσώπου ἤμων Α | αυτους] ἀυτὰ Α | κληρονομήσωμεν Α 25 ἐν αγαθω αγαθωτερος] κρείσσων Α | σὺ] pr εἰ Α | ὕπερ] του Α | υἱοῦ Α Ι βασιλέα] βασιλέως A | μαχόμενος] μάχη Α | αὐτὸν] αὐτοῖς Α 26 οικησαι] οἴκω Ιηλ Α | τοῖς ὁρίοις (bis)] ταῖς θυγατράσιν Α | γῆ Αροηρ] Ιαζηρ Α | om καὶ 5° Α | δία τι] διότι Α | ἐρρύσω] ἐρύσαντο Α 27 om νυν Α | om εἰμι Α | πολεμήσαι Α Ι κρίνων] pro Α Ι ὑιῶν (bis)] pr τῶν Α 28 εισηκουσεν Α Ι τῶν λόγων] pr καὶ οὐκ εἰσήκουσεν Α 29 ἐγένετο] ἐγενήθη Α | παρῆλθεν (bis)] διέβη Α | ’τον Γάλ’.] τὴν γῆν Γάλ’. Α Ι Μαννασση Α Ι εἰς τὸ περαν] και ἄπο σκοπιὰς Γαλααδ Α 30 δίδους δὼς] παραδώσει παραδῷς μοι Α | τῆ χειρι] om τῆ Α 31 ἔαν] ἀν’ Α | ἄπο τῆς θυρας] ἐκ τῶν θύρων Α | ἀπάντησιν Α Ι επιστρεφειν] ἐπίστρεψαι Α | υιων] pr τῶν Α | ανοισν] pr καὶ Α 32 παρηλθεν] διέβη Α | υιους] pr τοὺς Α | παραταξασθαι] του πολεμήσαι Α 33 ἕως Ι°] pr καὶ Α | ελθειν] pr τους Α | αχρις Αρνων] εἰς Σεμωειθ Α | om ἐν ἀριθμῶ Α | om καὶ 2° Α Ι Εβελχαρμειν] Αβελ ἀμπελώνων Α | συνεσταλησαν] Α 34 Α | υπαντησιν] ἀπάντησιν αὐτοῦ Α | om ἢν Α)

510
[*](B) αὕτη μονογενής, οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ. τὸ

καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Ἆ ἆ θυγάτηρ μου, ταραχῇ ἐτάραξάς με, καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου· καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς Κύριον, καὶ οὐ δυνήσομαι ἐπιστρέψαι.

ἡ δὲ εἶπεν πρὸς αὐτόν Πάτερ, ἤνοιξας τὸ στόμα σου πρὸς κύριον· ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου, ἐν τῷ ποιῆσαί σοι κύριον ἐκδίκησιν ἀπὸ τῶν ἐχθρῶν σου, ἀπὸ υἱῶν Ἀμμών.

καὶ ἥδε εἶπεν πρὸς τὸν πατέρα αὐτῆς Ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον· ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη, καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου.

καὶ εἶπεν Πορεύου· καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.

καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἢν ηὔξατο· καὶ αὕτη οὐκ ἔγνω ἄνδρα. καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ἰσραήλ·

ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ἰσραὴλ θρηνεῖν τὴν θυγατέρα Ἰεφθάε Γαλααδ ἐπὶ τέσσαρες ἡμέρας ἐν τῷ ἐνιαυτῷ. καὶ ἐβόησεν ἀνὴρ Ἐφράιμ, καὶ παρῆλθαν εἰς XII