Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

προεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεοὺς οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν.

καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.

καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ· καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ.

Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἄμμων· καὶ παρενέβαλον ἐν Γαλαάδ, καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ.

καὶ καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ὁ ἀνὴρ ἅλ’ ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Ἄμμων, καὶ ἔσται εἰς πᾶσιν τοῖς κατοικοῦσιν Γαλαάδ;

Καὶ Ἰερθάε ὁ Γαλααδείτης ἐπηρμένος δυνάμει· καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης, ἣ ἐγέννησεν τῷ Γαλαὰδ τὸν Ἰεφθάε.

καὶ ἔτεκεν ἡ γυνὴ Γαλαὰδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικός, καὶ ἐξέβαλον τὸν Ἰεφθάε καὶ εἶπον αὐτῷ Οὑ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ.

καὶ ἔφυγεν Ἰεφθάε [*](Α) [*](10 ενκατελιπομεν (εγκ. B b)] ἐγκατελείπομεν Α | θέον] #x772; #x772; ἤμων Α | εδουλευσαμεν] ελατρευσαμεν A | τὼ Βααλειμ] ταῖς B. Α 11 μὴ οὔχι] om μὴ Α | ἐξ Αἰγύπτου] Αἰγύπτιοι Α | ἄπο του Αμορραιου ου °, ° sup ras item post οὐ ° ras aliq B a)] Αμορραιοι Α | ἄπο ὑιῶν] οἱ υἱοὶ Α | Ἄμμων] + καὶ Μωαβ Α | ἄπο Φυλιστιειμ] οἱ ἀλλόφυλοι Α 12 Σιδωνίων Bb Σειδ. B*)] νιοι Α | Μαδιαμ καὶ Αμαληκ Α | om οἱ Α | ἔθλιψαν] εξεθλειψαν Α | ε εκεκραξατε Α | με] ἐμὲ B ab 13 ἐγκατελείπετε Α | εδουλευσατε] σαται Α | υμας] ἧμας Α 14 πορευεσθε] βαδιζετε Α | βοήσατε] βοᾶται Α 15 πὰν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς το sup ras B ab)] πάντα ὅσα ἀν’ αρεσκη ἐνώπιον Α | πλὴν] + κε Α 16 ἐξέκλιναν] μετέστησαν Α | ἐδούλευσαν] ἐλάτρευσαν Α | μόνω] καὶ οὐκ ευηρεστησαν ἐν τὼ λάω Α | ὠλιγώθη ωλιωθη B* γ superset B ab) η ψύχη αυτου] ωλιγοφυχησεν Α | κόπω] pr τὼ Α 17 συνηχθησαν] ἐξῆλθον Α | σκοπιὰ] Μασσηφα Α 18 ο λᾶος οἱ ἀρχ’.] οἱ ἀρχ’. του λαοῦ Α | ο ανηρ] om ο Α | ὅστις ἀν’ αρξηται] ος ἄρξεται Α | παραταξασθαι] πολεμήσαι Α | πρὸς υιους] ἐν τοι, υἱοῖς Α | ἄρχοντα] κεφαλὴν Α XI 1 Γαλααδιτις Α | ἐπηρμένος δυναμει] δυνατὸς ἐν ἰσχύι Α | αυτος] + ἢν Α | η εγεννησεν] καὶ ἔτεκεν A 2 υιους] pr δύο Α | εἶπαν] εἶπον Α | ὑίος γυναικος εταιρας] γυναικὸς υιος ἑτέρας Α 3 ἀπέδρα Α)

507
ἀπὸ προσώπου ἀδελφῶν αὐτοῦ, καὶ ᾤκησεν ἐν γῇ Τώβ· καὶ συνεστραφησαν [*](Β) πρὸς Ἰεφθάε ἄνδρες κενοί, καὶ ἐξῆλθον μετ’ αὐτοῦ.

Καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Ἄμμων μετὰ Ἰσραήλ,

καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλαὰδ λαβεῖν τὸν Ἰεφθάε ἀπὸ τῆς γῆς Τώβ·

καὶ εἶπαν τῷ Ἰεφθάε Δεῦρο καὶ ἔσῃ ἡμὶν εἰς ἀρχηγόν, καὶ παραταξώμεθα πρὸς υἱοὺς Ἀμμών.

καὶ εἶπεν Ἰεφθάε τοῖς πρεσβυτέροις Γαλαάδ Οὐχὶ ὑμεῖς ἐμισήσατέ με, καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καἱ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν; καὶ διὰ τί ἤλθατε πρὸς μὲ νῦν ἡνίκα χρῄζετε;

καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε Διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ, καὶ πορεύση μεθ’ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Ἄμμων· καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα, πᾶσιν τοῖς οἰκοῦσιν Γαλαάδ.

καὶ εἶπεν Ἰεφθάε πρὸς τοὺς πρεσβυτέρους Γαλαάδ Εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Ἄμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα;

καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν.