Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ Νεφθαλεὶ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσάμυς καὶ τοὺς κατοικοῦντας Βαιθανάχ· καὶ κατῴκησεν Νεφθαλεὶ ἐν μέσῳ τοῦ χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, οἱ δὲ κατοικοῦντες Βαιθσάμυς καὶ τὴν Βαιθενὲθ ἐγένοντο αὐτοῖς εἰς φόρον.

Καὶ ἐξέθλιψεν ὁ Ἀμορραῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.

καὶ ἤρξατο ὁ Ἀμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπηκες, ἐν τῷ Μυρσίνων καὶ ἐν Θαλαβείν· καὶ ἐβαρύνθη χεὶρ οἴκου Ἰωσὴφ ἐπὶ τὸν Ἀμορραῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον.