Judices (Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ Ζαβουλὼν οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρὼν οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· κοὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν, καὶ ἐγένετο αὐτῷ εἰς φόρον.
καὶ Ἀσὴρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ἀκχώ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δῶρ’ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντος Δαλάφ, τὸν Ἀσχαζεὶ κοὶ τὸν Χεβδὰ καὶ τὸν Νάει καὶ τὸν Ἐρεὼ.
καὶ κατῴκησεν ὁ Ἀσὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν.