Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὸν βασιλέα τῆς Γαῖ συνέλαβον ζῶντα, καὶ προσήγαγον αὐτὸν πρὸς Ἰησοῦν.

καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ἰσραὴλ ἀποκτέννοντες πάντας τοὺς ἐν τῇ Γαῖ τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως οὗ κατεδίωξαν αὐτοὺς ἀπ’ αὐτῆς εἰς τέλος, καὶ ἀπέστρεψεν Ἰησοῦς εἰς Γαῖ, καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας.

καὶ ἐγενήθησαν οἱ [*](14 ο μετ’ αὐτοῦ] om ο μετ’ AF | ὀπίσω τῆς πολ.] ἄπο τῆς πολ. ὀπίσω Α 15 ἔιδεν F | Ισραηλ] pr πᾶς AF 16 ἀπέστησαν ἄπο] ἤσαν ἀπ’ sup ras Ba(vid) 17 οὐδεὶς AF | om καὶ κατέλιπον . . . Ισραηλ 2° 18 εἰς γὰρ] ὅτι εἰς AF | τὰς χεῖρας] τὴν χεῖρα AF | τὴν χεῖρα αὐτοῦ ’τον γαῖσον] ’τον γ. (το γ. F) τὴν χ. αὐτοῦ AF 19 ηλθοσαν] εἰσῆλθον AF | ἔπι] εἰς AF | κατέλαβον F 20 περιβλέψαντες] εμβλεψ. F | κατοιλοι] κατοικοῦντες AF Ι om καὶ 2° AF ἐθεώρουν] ἑώρων AF | καπνὸν αναβ.] αναβ. ’τον καπνὸν AF | om ἐκ AF 20—21 om καὶ οὐκέτι... οὐρανὸν Α 20 οὐκέτι] οὐκ F 21 μένοι Α 22 ἐξῆλθον AF | συνάντησιν] + ἀυτῶν F | τῆς pr του Ισραηλ F Ι επαταξαν] επαταξεν AF + αὐτοὺς Α + αὐτοὺς Ισραηλ F | ἀυτῶν] pr ἐξ F 24 ἐν τῆ Γᾶι] ἐκ τῆς Γ. AF Ι om ἔπι AF Ι om ἀπ’ ἀυτὴ, Α ἐπ’ ἀύτης F | εἰς τέλος] pr ἕως AF | ἀπέστρεφεν] επεστρ. AF | σοὺς] αὐτοὺς Α Ι ῥομφαίας] μαχαίρας Bab mg B a b mg 25 ἐγενήθησαν] ἐγένοντο F Ι οἱ πεσοντες] pr πάντες F)

436
[*](B) πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γᾶ.

πλὴν τῶν σκύλων τῶν ἐν τῇ πόλει πάντα ἃ ἐπρονόμευσαν ἑαυτοῖς ὁ υἱοὶ Ἰσραὴλ κατὰ πρόσταγμα Κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Ἰησοῖ.

καὶ ἐνεπύρισεν Ἰησοῦς τὴν πόλιν ἐν πυρί· χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης.

καὶ τὸν βασιλέα τῆς Γᾶ ἐκρέμασεν ἐπὶ ξύλου διδύμου, καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν Ἰησοῦς καὶ καθείλοσαν αὐτοῦ τὸ σῶμα ἀπὸ τοῦ ξύλου καὶ ἔριψαν αὐτὸν εἰς τὸν βόθρον, κα ἐπέστησαν αὐτῷ σωρὸν λίθων ἕως τῆς ἡμέρας ταύτης.

Ὡς δ’ ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῆ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ, καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ Ἀμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ἰεβουσαῖοι,

συνήλθοσαν ἐπ’ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ἰσραήλ ἅμα πάντες.

Τότε οἰκοδόμησεν Ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ Ἰσραὴλ [*]((VIII)) ἐν ὄρει Γαιβάλ,

καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς Ἰσραήλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον ἐκεῖ ὁλοκαυτώματα κυρίῳ, θυσίαν σωτηρίου.

καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ἐνώπιον υἱῶν Ἰσραήλ.

καὶ πᾶς Ἰσραὴλ καὶ οἱ πρεσβύτεροι αὐτῶν κα ὁ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζείν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον [*](AK 27 τῶν σκύλων] pr τῶν κτηνῶν καὶ AF | om πάντα α Α | F | om ἑαυτοῖς Α | οἱ υἱοὶ] om οἱ F | πρόσταγμα] pr τὸ F 28 εἰς ’τον αἰῶνα F 29 καθεῖλον AF | τὸ σῶμα αὐτοῦ AF | εριψαν B b ερειψ. B*)] ερριψαν AF | ἀυτῶ] ἀυτὴν F | λίθων] + μέγαν F IX 18 Hebrseq AF 1 (inc) nonnulla desiderantur in F | δ] ’δε Fvid | οἱ βασιλεῖς] παντες AFvid ες) | Χαναναιοι. . . Γεργεσαιοι] Αμ. κα οἱ Γεργ. καὶ οἱ καὶ οἱ Φέρ’. καὶ οἱ Ευ. AF 2 συνῆλθον AF 3 ωκοδομησεν AF | τὼ θέω] τὼ κݲωݲ θݲωݲ Α 4 om τὼ F | λίθων] pr ἐκ F | σιδηρος] pr F επαυτουσιδ.) Ι κυρίω] pr τὼ AF | θυσίαν] pr κα Ba κ superset) AF 4—5 rescr τηριου καὶ ἔγραψεν Ιησους A b ? 5 ενωπιον] pr ὂν ἔγραψεν 6 δικασταὶ] + ἀυτῶν AF quae seq mutila sunt in F Ι om καὶ 7° Α | BbAF Ι Τυρίου °] + απε[ ναντι] Fvid Ι οἱ ἤσαν ἥμισυ 1°] ἤσαν οι ἡμίσεις ἤσαν οἱ..., + ἀυτῶν F | οἱ ἤσαν ἥμισυ 2°] οἱ ἡμίσεις F* ἡμίσει AF)

437
ὄρους Γαιβάλ· καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου [*](B) εὐλογήσοι τὸν λαὸν ἐν πρώτοις.

καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ·