Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ τῷ Δὰν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος.

καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαρὰθ καὶ Ἀσά, πόλεις Σάμμαυς,

καὶ Σαλαβεὶν καὶ Ἀμμὼν καὶ Σειλαθὰ

καὶ Αἰλὼν καὶ Θαμνᾶθα καὶ Ἀκκαρὼν

καὶ Ἀλκαθὰ καὶ Βεγεθὼν καὶ Γεβεελὰν

καὶ Ἁζὼρ καὶ Βαναιβακὰτ καὶ Γεθρεμμών, μών,

καὶ ἀπὸ θαλάσσης Ἰερακὼν ὅριον πλησίον Ἰόππης.

αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δὰν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν.

καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δὰν τὸν Ἀμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ Ἀμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα, καὶ ἔθλιψαν ἀπ’ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν.

καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰούδα καὶ ἐπολέμησαν τὴν Λαχείς, καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας, καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασεννδάκ.

καὶ ὁ Ἀμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ἐλὼμ καὶ ἐν Σαλαμείν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφράιμ ἐπ’ αὐτούς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον.

Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυὴ ἐν αὐτοῖς

διὰ προστάγματος τοῦ θεοῦ· καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο Θαμαρἥ ἐστιν ἐν τῷ ὄρει Ἐφράιμ· καὶ ᾠκοδόμησεν τὴν καὶ κατῴκει ἐν αὐτῇ.

Αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ἰσραὴλ κατὰ κλήρους ἐν ἐναντίον ἐναντίον τοῦ κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.

Καἰ ἐλάλησεν κύριος τῷ Ἰησοῖ λέγων

Λάλησον τοῖς υἱοῖς Ἴσραὴλ λέγων Δότε τὰς πόλεις τῶν φυγαδευτηρίων ἃς εἶπα πρὸς ὑμᾶς διὰ [*](Ασωρ· καὶ Κεδες | καὶ Εδραει· καὶ πηγὴ Ασορ· και | Ιαριων· καὶ Μαγδαλιη Α και | Βαιναθαθ· καὶ Θασμους· πόλις δέκα ἐννέα Α 39 post Νε| ras aliq B? Νεφθαλι Α 41 — 45 και| Εσθαολ· και| πόλις Σαμες· καὶ Σαλαμειν· και| Ἑλῶν· και| Θαμνα· καὶ Ακκαρων· καὶ Ελθεκω| καὶ Γαβαθων· καὶ Βααλων· καὶ Ιουθ· | καὶ Βανηβαρακ· Α 48 om ἀυτῶν 2° Α 48 a καταβῆναι] Α | ἔθλιψαν] ἔθλιβον Α 47 Ἰούδα] Δὰν Α | Λαχεις ] Λεσεμ Α Α | κατῴκησαν] κατεπάτησαν Α | Λασεννδακ] Λεσεν Δὰν Α 47 a Α | αυτους] αὐτοῖς Α 49 τὼ υἱὼ] om τὼ Α 50 Θαμνασαραχ Β a mg Θαμναθσαρα Α 51 κατεκληρονόμησαν Α | τῶν πατριων] om τῶν Α | Ισραηλ] pr του Α | ἔναντι Α | του κυριου] om του B ab Α)

462
[*](B) Μωυσῆ.

φυγαδευτήριον τῷ πατάξαντι ψυχὴν ἀκουσίως· καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ Φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν.

καὶ διέστειλεν τὴν Κάδης ἐν τῇ Γαλειλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλεί, καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ Εφράιμ, καὶ τὴν πόλιν Ἀρβόκ, αὕτη ἐστὶν χεβρὼν ἐν τῷ ὄρει τῷ Ἰούδᾳ.

καὶ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἔδωκεν Βόσορ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ῥουβήν, καὶ Ἀρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γάδ, καὶ τὴν Γαυλῶν ἐν τῇ Βασανείτιδι ἐκ τῆς φυλῆς Μανασσή.

αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουκαταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.