Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν, καὶ ἴδοσαν αὐτήν, καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις ἑπτὰ μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν.

καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι κυρίου.

καὶ ἐξῆλθεν ὁ κηῆρ πρῶτος κατὰ δήμους αὐτῶν· καὶ ἐξῆλθεν ὃρια τοῦ κλήρου ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ἰωσήφ.

καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ· ἀπὸ τοῦ Ἰορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ἰερειχὼ ἀπὸ βορρᾶ, καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος Μαβδαρεῖτις Βαιθών·

καὶ διελεύσεται ἐκεῖθεν τὰ δρία Λοῦζα ἐπὶ νώτου Λοῦζα ἀπὸ λιβὸς αὐτῆς, αὕτη ἐστὶν Βαιθήλ· καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστιν πρὸς λίβα Βαιθωρών, ἡ κάτω·

καὶ διελεύσεται τὰ ὅρια καὶ παρελεύσεται ἐπὶ τὸ ὄρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβός, ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, κοὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ, αὕτη ἐστὶν Καριαθιαρείν, πόλι [*](4 διελθατωσαν Α | μου] ἐμοῦ B ab Α | διελθεῖν B* A| διελεῖν B a· | διηλθοσαν] σαν] ηλθον Α 5 om αὐτοῖς 3° Α 6 ἐνάντιον Α 7 Λευι Α ἱερατεία (sic) γὰρ] ὅτι η ιερατια Α | αὐτοῦ] ἀυτῶν Α | φυλῆς] + ὑιῶν (sup ras) Aa? | Μαννασση sup ras Aa? | ἀυτῶν] ἑαυτῶν B ab | ἀνατολὰς Α 8 πορεύθητε Α | Χωροβατῃσατε] βατησατε sup ras Aa? | καὶ ὧδε] ὧδε καὶ Α 9 ιδοσαν] ἴδον Α | πόλεις (πολισ Α)] + ἀύτης Α | Ἰησοῦν] + εἰ εις 10 ἐνάντιον Α 11 κλῆρος] + Φυλης B ab (mg) A | Βενιαμειν] Μανασση Α | ὦν ὕων] om τῶν Α 12 Ιεριχω B b A | ἄπο] ἔπι Α | ἔπι κάτα θαλ. Α | Μαβδαρειτις (Μαβδαριτις Α)] pr η B ab A | Βαιθαυν 13 νώτου] νότου Α Ι om ἀύτης Α Ι Μααταρωθορεχ] ἄπο Αταρωθ Αδδαρ Α 14 παρελευσεται] διελευσεται Α | ορος] μερος B ab A | παρα] εις Α| Καρια- θιαριμ Α)

458
[*](Β) υἱῶν Ἰούδα· τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν

καὶ μέρος τὸ πρὸς λίβα ἀπό μέρους Καριαθβάαλ· καὶ διελεύσεται ὅρια εἰς Γασεἱν, ἐπὶ πηγὴν ὕδατος Ναφθώ·

καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους, τοῦτό ἐστιν κατὰ πρόσωπον νάπης Σοννάμ, ὅ ἐστιν ἐκ μέρους Ἐμεκραφαεὶν ἀπὸ βορρᾶ· καὶ καταβήσεται Γαίεννα ἐπὶ νότον Ἰεβουσαὶ ἀπὸ λιβός, καταβήσεται ἐπὶ πηγὴν Ῥωγήλ·

καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσάμυς, καὶ παρελεύσεται ἐπὶ Γαλιαώθ, ἥ ἀπέναντι πρὸς ἀνάβασιν Αἰθαμείν, καὶ καταβήσεται ἐπὶ λίθον υἱῶν Ῥουβήν·

καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβὰ ἀπὸ βορρᾶ, καὶ καταβήσεται

ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ· καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἑ ’πὶ βορρᾶν εἰς μέρος τοῦ Ἰορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ἅ ἐστιν ἀπὸ λιβός.

καὶ ὁ Ἰορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενειαμείν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.

καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμέὶν κατὰ δήμους αὐτῶν Ἰερειχὼ καὶ Βεθεγαιὼ καὶ Ἀμεκασεὶς

καὶ Βαιθαβαρὰ καὶ Σάρα καὶ Βησανὰ

καὶ Αἰεὶν καὶ Φάρα καὶ Ἰεφραθὰ

καὶ Καραφὰ καὶ Κεφειρὰ καὶ Μονεὶ καὶ Γάβαα, πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν·

Γαβαὼν καὶ Ῥαμὰ καὶ Βεηρωθὰ

καὶ Μασσημὰ καὶ Μειρὼν καὶ Ἁμωκὴ

καὶ Φειρὰ καί Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ

καὶ Ἰεβούς, αὕτη ἐστὶν Ἰερουσαλήμ, καὶ πόλεις καὶ Γαβαωθιαρείμ, πόλεις τρεῖς καὶ δέκα καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμεὶν κατὰ δήμους αὐτῶν.