Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ διεκβάλλει τὸ ὃριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Μαφθώ, καὶ διεκβάλλει εἰς τὸ ὄρος Ἐφρών, καὶ ἄξει τὸ ὅριον Ἰεβάαλ, αὕτη ἐστὶν πόλις Ἰαρείμ·

καὶ περιελεύσεται ὅριον ἀπὸ Βάαλ ἐπὶ θάλασσαν, καὶ παρελεύσεται εἰς ὄρος Ἀσσὰρ ἐπὶ νώτου Ἰαρεὶν ἀπὸ βορρᾶ, αὕτη ἐστὶν Χασλών, καὶ καταβήσεται ἐπὶ ἡλίου, καὶ παρελεύσεται ἐπὶ λίβα·

καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ἀκκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχώθ, καὶ παρελεύσεται ὃρια ἐπὶ λίβα, καὶ διεκβαλεῖ ἑ ’πὶ λέμνα, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν.

καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης, ἡ θάλασσα ἢ μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ἰούδα κύκλῳ κατὰ δήμους αὐτῶν.