Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ἰορδάνου. καὶ τὰ ὃρια αὐτῶν ἀπὸ βορρᾶ, καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ἰορδάνου

ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλάαμ, καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβά, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαίων υἱοῦ Ῥουβήν·

καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος ’ καταβαίνει ἐπὶ Τααγάδ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως᾿ ’ ἥ ἐστιν κατὰ λίβα τῇ Φάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, κα ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ῥωγήλ.

καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ῾Ονὸμ ἐπὶ νότου τοῦ Ἰεβούς ἀπὸ λιβός, αὕτη ἐστὶν Ἰερουσαλήμ, καὶ ἐκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος ῾Ονὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαεὶν ἐπὶ βορρᾶ·