Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καριαθβάαλ, αὕτη ἡ πόλις Ἰαρείμ, καὶ Σωθηβά, πόλεις δύο κα αἳ ἐπαύλεις αὐτῶν.

καὶ Βαδδαργεὶς καὶ Θαραβαὰμ καὶ Αἰνὼν

καὶ Αἰχιοδὰ καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σάδωμ καὶ Ἀκνάδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.

Καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ἰεβουσαῖοι ἐν Ἰερουσαλὴμ ἕως τῆς ἡμέρας ἐκείνης.

Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰερειχὼ ἀπ’ ἀνατολῶν, καὶ ἀναβήσεται ἀπὸ Ἰερειχὼ εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθὴλ Λοῦζα,

καὶ ἐξελεύσεται εἰς Βαιθήλ, κα παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθεί,

καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἁπταλεὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, κοὶ ἱστᾶι ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.

καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσήφ, Ἐφράιμ καὶ Μανασσή.

Καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφράιμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Ἀσταρὼθ καὶ Ἐρὸκ ἕως Βαιθωρὼν τὴν καὶ Γαζαρά.

καὶ; ἐλεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἱκασμὼν ἀπὸ βορρᾶ Θέρμα. περιελεύσεται εἰς ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησά, καὶ παρελεύσεται ἀπ’ ἀνατολῶν εἰς Ἰανῶκα

καὶ εἰς Μαχῶ καὶ Ἀσταρώθ, καὶ αἱ κῶμαι αὐτῶν· καὶ ἐλεύσεται ἐπὶ Ἰερειχώ, καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην.

καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφράιμ κατὰ δήμους

καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφράιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσή, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμα αὐτῶν;

καὶ οὐκ ἀπώλεσεν Ἐφράιμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γάζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῶ Ἐφράιμ ἕως τῆς ἡμέρας [*](Α) [*](60 η πόλις Ιαρειμ] πόλις Ιαριμ Α | Σωθηβα] Αρεββα Α 61 om καὶ 10 Α 61—62 Θαραβααμ...Ανκαδης] Βηθαραβα· και| Μαδων· κα Νεβσᾶ| καὶ αἰ πόλις ἀλῶν· καὶ Ηνγαδδι· Α 62 Αιχιοζα] 63 Ιεβουσαιος] + ὃς B ab (superscr ὃς post αι) | ἠδυνήθησαν Α Ι κατωκησαν] ἅν ras aliq inferius B κατωκεισαν Α XVI 1 Ιεριχω B b Α (bis) | απ] ἄπο Α | καὶ αναβησ.] pr τὴν ἔρημον Α | om Βαιθηλ] + Λουζα Α | Χαταρωθει] Αρχιαταρωθ Α 3 ἔπι 2°] ἐς Α Ι του Ιεφαλθι Α | τὴν κάτω] τῆς κ. Α 5 ὀρία] pr τὰ Α | Ασταρωθ] Αταρωθ Α | Εροκ] Αδαρ Α | τὴν ἄνω] τῆς α. Α 6 ελευσεται] Α | Ικασμων] Μαχθωθ Α | om Θέρμα Α | περιελευσεται] καὶ λω Α | Ιανωκα] Ιανω Α κα εἰς 2°] ἔπι B ab ἐπ’ Α Ι Θηνασα και Σελλησα] Τηναθσηλω 7 om καὶ 1° Α | Μαχω καὶ Ασταρωθ] Αταρωθ καὶ Μααραια διελευσεται 7 om και 1° Α | Α | επι] εις Μαχω Α | και Ιεριχω Ασταρωθ] B b A | διεκβαλεῖ B*A] διεκβάλλει 8 Τάφου] Εφφουε Α | πορευσεται] παρελευσεται Α | τὰ ὀρία] om τὰ Χερλκανα] χειμάρρουν Κανα Α | ἀυτῶν] αὐτοῦ Α | φυλῆς] + υιων A)

455
ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ [*](B) αὐτὴν ἐν πυρί, καὶ τοὺς χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γάζερ ἐξεκέντησαν· καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.

καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσή, ὅτι οὗτος τῷ Ἰωσήφ· τῷ Μαχεὶρ πρωτοτόκῳ Μανασσὴ πατρὶ Γαλαάδ, ἀνὴρ γὰρ πολεμιστὴς ἦν, ἐν τῇ Γαλααδείτιδι καὶ ἐν τῇ Βασανείτιδι.

καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς ᾿Ιέζει καὶ τοῖς υἱοῖς Κέλεζ καὶ τοῖς υἱοῖς Ἰεζειὴλ κοὶ τοῖς Σύχεμ καὶ τοῖς υἱοῖς Συμαρεὶμ καὶ τοῖς υἱοῖς Ὃφερ· οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν.

καὶ τῷ Σαλπαὰδ υἱῷ Ὃφερ. οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ’ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ καὶ Νουὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Θερσά.

καὶ ἔστησαν ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι ῾Ο θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. κα ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν.

καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ Ἀνασσά, καὶ πεδίον Λαβὲκ ἐκ τῆς Γαλαὰδ ἥ ἐστιν πέραν τοῦ Ἰορδάνου·

ὅτι θυγατέρες υἱῶν Μανασσὴ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς καταλελιμμένοις.