Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶτὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ χερσίν μου.

καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ ἐποιήσατε ὑμῖν ἑαυτοῖς χωνευτόν, καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατο ὑμῖν Κύριος,

καὶ ἐπιλαβόμενος τῶν δύο πλοκῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου καὶ συνέτριψα ἐναντίον ὑμῶν.

καὶ ἐδεήθην ἐναντίον Κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσεράκοντα ἡ μέ ῥᾶς καὶ τεσσεράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον· περὶ πασῶν τῶν ὑμῶν ὦν ἡμάρτετε, ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ παροξῦναι αὐτόν.

καὶ ἔκφοβός εἰμι διὰ τὴν ὀργὴν καὶ τὸν θυμόν, ὅτι παρωξύνθη Κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς· καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ.

καὶ ἐπὶ Ἀαρὼν ἐθυμώθη ἐξολεθρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ περὶ Ἀαρὼν ἐν τῷ καιρῷ ἐκείνῳ.

καὶ τὴν ἁμαρτίαν ὑμῶν ἢν ἐποιήσατε, τὸν μόσχον, ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρί, καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα ἕως γένετο λεπτόν· καὶ ἐγένετο ὡσεὶ κονιορτός, καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους.

καὶ ἐν τῶ Ἐνπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ καὶ ἐν τοῖς Μνήμασιν τῆς ἐπιθυμία παροξύνοντες ἦτε κύριον.

καὶ ὅτε ἐξαπέστειλεν Κύριος ὑμᾶς ἐκ Καδὴς Βαρνὴ λέγων Ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν ἢν δίδωμι ὑμῖν, καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ οὐκ ἔπι. στεύσατε αὐτῷ, καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ.

ἀπειθοῦντες ἦτε τὰ πρὸς κύριον ἀπὸ τῆς ἡμέρας ἧς ἐγνώσθη ὑμῖν.

καὶ ἐδεήθην [*](AF 12 om κα 2° AF | χωνευμα] χωνευτὰ Α 13 λελάληκα] pr λέγων AF 12 om καὶ νυν AF | σε εἰς] σεῖς (sic) F | καὶ πολὺ καὶ ἴσχ’. Α 15 om εως του οὐράνου AF | πλάκες] + τῶν μαρτυρίων AF | om δύσι AF 16 εμαμτι AF | ἑαυτοῖς] αὐτοῖς Α | χωνευτον] pr μόσχον AF | παρέβητε] + ταχὺ AF | ἄπο] ἐκ F | ὕμιν Κυριος] #x772; ὕμιν AF + ποιεῖν F 17 ερειψα Α | om δυ’. AF | συνέτριψα] + ἀυτὰς AF + ἄπο τῶν χείρων μου F* (om F1vid) 18 εναντιον 1°] ἔναντι Ar | τεσσαράκοντα Bb (bis) | om ποίησαι τὸ πόνηρον F1mg) | ἐνάντιον 2°] ἔναντι Α | του θεοῦ] + ὑμῶν AF | παροξύναι] pr του 19 εξολεθρ.] pr του AF | τούτω] ἐκείνω Α Ο ἐθυμώθη] + κݲςݲ AF | ἐξολεθρεύσαι] pr του AF 21 συνέκοψα] συνέτριψα AF | κάτα· λεσας] καὶ κατήλασα AF | ἕως] + οὐ AF | ἐγένετο 2°] ἐγενήθη AF | ἐκ] ἅ 22 κύριον] + ’τον θνݲ ὑμῶν AF 23 απεστειλεν Α | ὑμὰς κݲςݲ Α | 2° AF | διδωμι] pr ἐγὼ Α 24 ἄπο τῆς ἡμέρας ἦς] ἀφ’ ἦς ἠμ’.)

363
ἐναντίοι Κυρίου τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας ὅσας [*](Β) ἐδεήθην, εἶπεν γὰρ κύριος ἐξολεθρεῦσαι ὑμᾶς·

καὶ εὐξάμην πρὸς τὸν θεὸν καὶ εἶπα Κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολεθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ·

μνήσθητι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν θεραπόντων σου οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα καὶ τὰ ἁμαρτήματα αὐτῶν·

μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν λέγοντες Παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτούς, ἐξήγαγεν αὐτοὺς ἐν τῆ ἐρήμῳ ἀποκτεῖναι αὐτούς.

καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῆ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.

Ἐν ἐκείνῳ τῷ καιρῷ εἶπεν κύριος πρὸς μέ Λἀξευσον σεαυτῷ δύο πλάκας λιθίνας ὥσπερ τὰς πρώτας, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην·

καὶ γράψεις ἐπὶ τὰς πλάκας τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις ἃς συνέτριψας, καἰ ἐμβαλεῖς αὐτὰ εἰς τὴν κιβωτόν.

καὶ ἐπιστρέψας κατέβην ἐκ ξύλων ἀσήπτων, καὶ ἐλάξευσα τὰς πλάκας λιθίνας ὡς αἱ πρῶται, καὶ ἀνέβην εἰς τὸ ὄρος, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου.

καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς κύριος ἐμοί.

καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτὸν ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ καθὰ ἐνετείλατό μοι Κύριος.