Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Ἄκουε, Ἰσραήλ. σὺ διαβαίνεις σήμερον τὸν Ἰορδάνην τοῦτον κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἡ ὑμεῖς, μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ,
λαὸν μέγαν καὶ καὶ εὐμήκη, υἱοὺς Ἐνάκ, οὓς σὺ οἶσθας καὶ σὺ ἀκήκοας τίς ἀντὶ [*](AF) [*](10 ἔδωκεν σοι] + κݲςݲ ο θςݲ σου Ba 11 om μὴ 2° Α | αὐτοῦ 12 εμπλησθης Α εμπληθεις F | ωκοδομησας Α 13 om πληθυνθέντων ° Ba?bAF | om σου 2° F | πληθῦθεντων (2°) B*] πληθυνθεντων B? + (superset) AF | πληθυνθεντος] πληθυνθέντων F | ἔσται σοι] σοι ἔσται B abA σοι ἐστιν F | om σοι 3° Bab 14 τῆ καρδία] + σου AF | om ἐκ γῆς λίγ’. (hab Bab) 15 εξαγαγοντος] εγαγοντος Α* εξαγαγ A1) 16 ἐρήμω] + o οὐκ ειδης σὺ Bab(mK) | ο B*vid] κ sup ras Ba | ηδεισαν] η, εἰ, sup ras Ba ειδησαν B*vid) | εκπειραση] pr ἴνα AF j καὶ εὑ σε ποιήση] εὑ σε ποίησαι AF | ἔσχατον] ἐσχάτω Α | τῶν ημερων] om τῶν Ba?b om τῶν ἡμέρων AF 17 μη] pr κα AF | η ἰσχὺς bis scr F 18 δίδωσι τὴν ἰσχὺν] δίδωσιν ισχυν BaAF | om καὶ 2° A | διαθηκην] + αὐτοῦ BahmsAF | om Κυριος AF | F* (rsuperscr F1) 19 λατρευσης αυτοις] + καὶ προσκυνήσης αὐτοῖς B ab(mgg)AF (bis scr αὐτοῖς 1°) | σημερον] + ’τον τε οὐρανὸν καὶ τὴν γῆν 20 Kvpios] + ο θςݲ (superscr) Bab IX 1 om τοῦτον ι] pr καὶ Α 2 ευμηκεις Α | οἶσθας] ἦσθα Α οἶσθα F j om συ 2)
καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ [*](Β) θεός σου, οὗτος προπορεύεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστιν· οὗτος ἐξολεθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖς αὐτοὺς καθάπερ εἰπέν σοι κύριος.
μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου, λέγων Διὰ τὴν δικαιοσύνην μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην.
οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου· καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ.
καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας νᾶς σου Κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ.
μνήσθητι μὴ ἐπιλάθῃ ὅσα παρώξυνας κύριον τὸν θεόν σου ἐν τῆ ἐρήμῳ· ἀφ’ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου καὶ ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς κύριον.
καὶ ἐν Χωρὴβ παρωξύνατε κύριον, καὶ ἐθυμώθη ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς,
ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης ἃς διέθετο κύριος πρὸς ὑμᾶς· καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγου καὶ ὕδωρ οὐκ ἔπιον.
καὶ ἔδωκεν Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ θεοῦ, καὶ ἐπ’ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας·
καὶ ἐγένετο διὰ τεσσεράκοντα ἡμερῶν καὶ τεσσεράκοντα νυκτῶν ἔδωκεν Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, πλάκας διαθήκης.
καὶ εἶπεν κύριος πρὸς μέ Ἀνάστηθι, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς [*](3 προπορεύσεται BabA | καταναλίσκων BA | ἄπο] πρὸ BabAF | πρόσ’. ΑF ου 2°] + κα ἐξολεθρεύσει αὐτοὺς AF | ἀπολεῖ AY | αὐτοὺς 3°] + ἐν ἐξανήλωσα B* εξαναλ. Bab) | τὰ εθνη] om τὰ Bat) | ἄπο] πρὸ B abAF | ροσωπου] + σου AF | τὰς δικαιοσυνας AF | ταύτην] + ἄλλα δία τὴν ἀσέβειαν ων ἐθνῶν τούτων κݲςݲ ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου AF 5 αι Α | ασεβ.] ἀνομίαν AF | om αὐτοῦ AF | ὤμοσεν] + κݲςݲ AF | τὼ Αβρ. ω Ισ. καὶ τὼ Ιακ.] Αβρ. κα Ισ. κα Ιακ. AF 6 om σήμερον Α υ, AF | om σον 2° Α | om ταυτην F 7 εξηλθατε F | Ἴε Αιγ.] εκ F | καὶ] ἕως AF 8 ἐθυμώθη] + κݲςݲ AF 9 κατεγεινομην Β* τεσσαράκοντα Bab (bis: item n bis) 10 Kvpios εμοι] μοι κݲςݲ AF pr τὰς Α | ἐγέγραπτο] επεγραπτο] επεγραπτο Α | ἐν τὼ ὄρει] + ἐκ μέσου του a(mg) F | ημερα ἐκκλησίας A a(mg) 11 τεσσεράκοντα 2°] pr δία AF ἐμοὶ] μοι κ’ AF | διαθηκης] pr τῆς Α 12 καταβηθι] pr καὶ AF)
καὶ εἶπεν Κύριος πρὸς μέ Λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων Ἑώρακα τὸν λαὸν τοῦτον, καὶἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν·
καὶ νῦν ἔασόν με ἐξολεθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο.
καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶτὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ χερσίν μου.
καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ ἐποιήσατε ὑμῖν ἑαυτοῖς χωνευτόν, καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατο ὑμῖν Κύριος,
καὶ ἐπιλαβόμενος τῶν δύο πλοκῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου καὶ συνέτριψα ἐναντίον ὑμῶν.
καὶ ἐδεήθην ἐναντίον Κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσεράκοντα ἡ μέ ῥᾶς καὶ τεσσεράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον· περὶ πασῶν τῶν ὑμῶν ὦν ἡμάρτετε, ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ παροξῦναι αὐτόν.
καὶ ἔκφοβός εἰμι διὰ τὴν ὀργὴν καὶ τὸν θυμόν, ὅτι παρωξύνθη Κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς· καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ.
καὶ ἐπὶ Ἀαρὼν ἐθυμώθη ἐξολεθρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ περὶ Ἀαρὼν ἐν τῷ καιρῷ ἐκείνῳ.