Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τ·ὰς [*](B) χεῖράς σου, καὶ πατάξεις αὐτούς, ἀφανισμῷ ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,

οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῶ υἱῶ αὐτοῦ, κα τὴν θυγατέρα αὐτοῦ οὐ λήμψῃ τῷ υἱῷ σου·

ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις, καὶ ὀργισθήσεται θυμῷ κύριος εἰς ὑμᾶς, καὶ ἐξολεθρεύσει σε τὸ τάχος.

ἀλλ᾿ οὕτως ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί·

ὅτι λαὸς ἅγ ἰὸς εἰ κυρίῳ τῷ θεῷ σου, καὶ σὲ προείλατο Κύπιος ὁ θεός σου, εἶναί σε αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τῆς γῆς.

οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθην, προείλατο κύριος ὑμᾶς καὶ ἐξελέξατο ὑμᾶς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη·

ἀλλὰ παρὰ τὸ ἀγαπᾷν κύριον ὑμᾶς, καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσεν τοῖς πατρά- σιν ὑμῶν, ἐξήγαγεν κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ, καὶ ἐλυτρώσατό ἐξ οἴκου δουλίας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου.

καὶ γνώσεσθε σήμερον ὅτι Κύριος ὁ θεός σου, οὗτος θεός, θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἕλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς,

καὶ ἀποδιδοὺς τοῖς μισοῦσιν κατὰ πρόσωπον ἐξολεθρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσιν· κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς.

καὶ φυλάξη τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰ κρίματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν.

Καὶ ἱστᾶι ἐὰν ἀκούσητε τὰ δικαιώματα ταῦτα, καὶ φυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαφυλάξει Κύριος ὁ θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος ὃ ὤμοσεν τοῖς πατράσιν ὑμῶν·

καὶ ἀγαπήσει σε Κύριος καὶ εὐλογήσει σε καὶ [*](2 ἐλεήσητε] ελεησης B ab AF 5 αυτοις] αὐτοὺς F | συντρειψετε συντριψ. Bb) κ sup ras Bab | εκκοψετε] ἐκ (seq ras 2 litt), κο sup ras Bah | om τῶν ἕω Ba?b | κατακαύσεται Α 6 om σε 2° Ba?bAF | τῆς γης] pr Bab (superscr) 7 ἔσται B* ἐστε Ba) 8 τὸ ἀγάπαν] τὸ ἄγα sup ras Aa παραπανταπαν [sic] Α*) | om καὶ 1° Α | υριος ὑμὰς] + AF | κραταιὰ] + κ εν βραχίονι βραχειονι Ba) ὑψηλὼ Β ab(mg)AF | ελυτρωσατο] + σε #x772; Bab + σε AF 9 γνώσεσθε] γνώση BabAF | om σήμερον BabAF | θεὸς 2°] pr ο F | θεὸς 3°] pr ο BabAF | πιστος] pr ο AF καὶ ἔλεος] τὴν δ. αυτον Bab) καὶ τὸ ἕλ’. (+ αὐτοῦ F) BabAF 1011 αὐτοὶ καὶ sup ras Ba 11 om αὐτοῦ 1° Ba?bAF | om αυτου BabAF | αὐτοῦ 3°] ταύτα B aAF1mg (om αὐτοῦ F*) 12 ἔαν] ἥνικα BabAF | τα δικ.] πάντα AF | om ἀυτὰ Ba?b | διαφυλαξει] φυλάξει F | om σου F | ο 2°] καθὰ AF 13 om υριος)

358
[*](Β) πληθυνεῖ σε, καὶ εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου, τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἐπὶ τῆς γῆς ὡς ὤμοσεν Κύριος τοῖς πατράσιν σου δοῦναί σοι.

εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα, καὶ ἐν τοῖς κτήνεσίν σου.