Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐκάλεσεν Μωυσῆς πάντα Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς Ἰσραὴλ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποεῖν αὐτά.

Κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρήβ.

οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην ἀλλ’ ἢ πρὸς ὑμᾶς· ὑμεῖς ὧδε πάντες ζῶντες σήμερον.

πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός,

κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν ἐν τῶ καιρῷ ἐκείνῳ, ἀναγγεῖλαι ὑμῖν τὰ ῥήματα κυρίου, ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος, λέγων

᾿Εγώ Κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας.

Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου.

Οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.

οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· ἐγὼ γάρ [*](AF) [*](43 Ραμμωθ Α | Γαδδι AF | Μαννασση Α 44 ἐνώπιον ὑιῶν sup ras et in mg B ab ἐν. τῶν ὑιῶν F 45 om καὶ τὰ κρίματα Β* (hab B a(mg)) | ὅσα] ο... F | ελαλησεν] ἐνετείλατο F | Ισραηλ] + ἐν τῆ ἐρήμω AF 46 ους] ὂν BabAF | Μωυσης AF 47 ’γωγ’] Ωγ BabAF | ἧ. B.] ἦς sup ras Ba? | κατ’] κάτα AF 48 ἔπι 1° sup ras Ba | τὸ χειλος] του χείλους BaAF 49 πέραν] pr ο ἐστιν A κατ] κάτα AF | ἄπο] ὕπο BbF V 1 ν τῆ ἡμερῶ ταύτῃ in mg et sup ras Ba 3 om Κυριος Α 4 om ἐν τὼ ὄρει Α 5 κἄγω] καὶ ἐγὼ Bab | ιστηκειν Bab AF | ὑμῶν] pr ἄνα μέσον F | τὰ ρηματα] ἐνώπιον Α 6 ἠῶ] + ειμι BabAF | ο εξαγαγων] οστις ἐξήγαγον AF 7 πρὸ προσώπου μου] πλην ἐμοῦ AF 8 εἴδωλον] γλυπτὸν AF | τὼ ὕδατι Α 9 προσκυνήσης F | καὶ οὐ Α | λατρεύσεις Α | ἠῶ γὰρ] ὅτι eyu BabAF)

353
εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων [*](B) ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσίν με,