Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Τότε ἀφώρισεν Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ἰοροδάνου ἀπὸ ἀνατολῶν ἡλίου,

φεύγειν ἐκεῖ τὸν φονευτὴν ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης· κα καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων, καὶ ζήσεται·

τὴν Βόσορ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ῥουβήν, καὶ [*](31 αὐτοῖς] + κς Ba 32 ανθρωπον] pr ’τον Α j om ἕως ἄκρου του ουρ.AF (hab F1 mg) | ἄκρου] pr του Bab | om εἰ ἤκουσται τοιουτο Α 34 om καὶ ἐν ὁράμασιν μεγάλοις Β* (hab [partim sup ras ut vid] B amginf) | ἐποίησεν] + υμιν F | 2°] θεὸς 2°] pr #x772; BaAF 35 ειδησαι] εἰδέναι AF | AF | ἔτι] ἄλλος Α 36 ἀκουστὴ ἐγένετο η φωνὴ] ἀκουστὴν σοι ἐποίησεν τὴν φωνὴν AF 38 om κα 1° BabAF | ἀυτῶν] ταυτην F | ἔχεις] ἔχθεις (sic) φυλάξασθε] φυλαξη AF | δικαιωματαυ|του F | ὅσας] ἃς Bab | μὰ μακροχρονιοι Α 42 φυγεῖν BbF | φονευτην] + ὃς ἀν’ φήῃ ἔκει B abmginf | πρὸ 1°] πρὸς F | εχθες] χθες Β b | οὐδὲ πρὸ τῆς τρίτης] και BabAF 43 τῆ ἐρήμω] τὼ πεδίω F | πεδεινη B*a πεδινὴ Bc) παιδινη Α)

352
[*](B)τὴν Ῥαμώθ ἐν Γαλαὰδ τῷ Γαδδεί, καὶ τὴν Γαυλῶν ἐν βασᾶν τῶ Μανασσή.

Οὑτος ὁ νόμος ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ἰσραήλ·

ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου,

ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών, οὓς ἐπάταξεν Μωσῆς καίοι υἱοὶ Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου.

καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Γώγ βασιλέως τῆς βασᾶν, δύο βασιλέων τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου·

ἀπὸ Ἀροὴρ ἥ ἐστιν ἐπὶ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, καὶ ἰπὶ τοῦ ὄρους τοῦ Σηὼν ὅ ἐστιν Ἁερμών,

πᾶσαν τὴν Ἀραβὰ πέραν τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου ἀπὸ Ἀσηδὼθ τὴν λαξευτήν.