Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἡμέραν ἢν ἔστητε ἐναντίον Κυρίου τοῦ θεοῦ ἡμῶν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε εἶπεν Κύριος πρὸς μέ Ἐκκλησίασον πρὸς μὲ τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ υ, ὅπως μάθωσιν φοβεῖσθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξουσιν.

καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος· καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη.

καὶ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν·

καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ ἣν ἐνετείλατο ὑμῖν ποιεῖν, τὰ δέκα ῥήματα, καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας.

καὶ μοὶ ἐνετείλατο κύριος ἐν τῷ καιρῷ ἐκείνῳ διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις, ποιεῖν αὐτὰ ὑμᾶς ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν .

καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῆ ἡμέρᾳ ᾗ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν Χωρήβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός·

μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ,

ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ ὃ πέταται ὑπὸ τὸν οὐρανόν,

ὁμοίωμα παντὸς ἑρπετοῦ ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ἅ ἐστιν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς·