Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ νῦν, Ἰσραήλ, ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ κληρονομήσητε τὴν γῆν ἢν κύριος ὁ θεὸς τῶν πατέρων ἱν.
οὐ προσθήσεσθε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ’ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν τῷ Βεελφεγώρ, ὅτι πᾶς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγώρ, ἐξέτριψεν αὐτὸν Κύριος ὁ θεὸς ὑμῶν ἐξ ἡμῶν·
ὑμεῖς δὲ οἱ προσκεί- μένοι κυρίῳ τῷ θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον.
ἴδετε δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ εἰς ἢν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν.
καὶ φυλάξεσθε καὶ ποιήσετε, ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις ἐναντίον πάντων ἐθνῶν, ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν Ἴδου λαὼ σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο.
ὅτι ποῖον ἔθνος μέγα ᾧ ἐστιν αὐτῷ θεὸς ἐγγίζων αὐτοῖς ὡς κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα,.
καὶ [*](AF) [*](25 ὄρος] + τοῦτο BabA 27 κορυφὴν AF | λεαξευμενου] pr του AF I ἀνάβλεψον AF | ὀφθαλμοῖς 1°] + σου F | λίβα] νότον AF 28 Ιησου F καὶ παρακαλ. αὐτὸν καὶ κατισχ. αὐτὸν B? | κατίσχυσον] ἐνίσχυσον Α | καὶ αὐτὸς] κα οὕτος Bab οὕτος F*vid καὶ αὐτὸς F1mg) | τὴν γῆν] pr πάσαν Bah IV 1 κριμάτων] ῥημάτων Α | om καὶ πολυπλασιασθῆτε AF 2 πρόσθη. σεσθε] προσθησε̣τε BaA | ὕμιν 1°] + σήμερον Bab(mgg) | τὰς ἐντολὰς] pr B? | ὑμῶν B*vid AF] ἤμων B? | ὅσα] ὅσας BabF | ὕμιν 2° sup ras 3 ἤμων °] ὑμῶν Α | ὑμῶν 2°] ἤμων B?AF | ἤμων 2°] ὑμῶν BTAF ἤμων Bab | σήμερον] + ἥμερα F 5 δίκ’. καὶ κρίσεις] τὰ δίκ’. καὶ τὰς κρισ. F | Κυριος] + ο #x772; μου AF | ποιησαι] pr του F | ουτως] + ὑμὰς AF | om εἰς F | om ὑμεῖς Α | κληρονομῆσαι F 6 ἐθνῶν] pr τῶν BaAF | eat] ἀν’ AF 7 ἀυτῶ] pr ἐν Α | ἔαν] αν AF)
πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου·