Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Αὕτη ἡ γῆ ἣν ὤμοσα Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.

καὶ ἐτελεύτησεν Μωυσῆς οἰκέτης κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος κυρίου.

καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.