Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς

Ὅτι ἡ ἐντολὴ αὕτη ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον ὑπέρογκός ἐστιν, οὐδέ μακρὰν ἀπὸ σοῦ.

οὐκ ἐν τῷ οὐρανῷ ἄνω λέγων τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν , καὶ ἀκούσαντες αὐτὸ ποιήσομεν;

οὐδὲ πέραν τῆς θαλάσσης ἐστίν, τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης, καὶ λάβῃ ἡμῖν αὐτὴν καὶ ἀκουστὴν ἡμῖν ποιήσῃ αὐτήν, καὶ ποιήσομεν;

ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου κοὶ ἐν τῆ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν.

Ἰδοὐ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν.

ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾷν κύριον τὸν θεόν σου, πορεύεσθαι ἐν πόσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ· καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε, καὶ εὐλογήσει σε Κύριος ὁ θεός σου ἐν πάσῃ τῆ γῇ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομεῖν αὐτήν. [*](AF 6 ἴνα ζης σὺ] + καὶ τὸ σπέρμα σου A a (ινα...αρας [7] in mg et sup 7 om ο θεὸς σου Α 8 om ἔπι Κυριον AF | οσας] ἃς F 9 ευλογησει] πολυωρήσει AF | ἐν τοῖς εκγ. τῶν κτ. σου καὶ ἐν τοῖς γεν. τῆς γῆς σου AF | σοι] σε AF 10 εισακουσης (εισ|ακ. B* εισαΙκ. B b) BF] εισακουση Α | Α | τὰς εντολας] pr καὶ ποιεῖν πάσα, AF | κρίσις Α 11 om οὐδὲ μάκραν ἄπο σου F | ἄπο σου] + ἐστιν Α 12 om ἄνω A * vid (ουνω α ras A a) F | ημιν 1°] ἤμων AF | αυτην ημιν] ἥμιν αὔην AF | αὐτὸ] ἀυτὴν 13 om B* (hab B ab mg sup AF) | λάβη] λημψεται AF | ακουστην ἥμιν ἀυτὴν και] ἀκούσαντες ἀυτὴν AF 14 ἐγγὺς σου ἐστιν AF | om σφόδρα F | ποιεῖν αὐτὸ AF 15 ὑμῶν F* (σου F1 mg) 16 εαν] + ’δε AF εἰσακούσητε AF | σου 1°] ὑμῶν AF | as] ὅσας AF | σοι] ὕμιν F | καὶ φυλάσσειν AF | τὰ δίκ’. αὐτοῦ] pr τὰς ἐντολὰς αὐτοῦ καὶ Α | τας αὐτοῦ] pr τὰς ἐντολὰς αὐτοῦ καὶ F | κληρονομῆσαι AF)

407

καὶ καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσακούσῃς, καὶ πλανηθεὶς B προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὑτοῖς,

ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλίᾳ ἀπολεῖσθε, καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰοδράνην ἐκεῖ κληρονομεῖν αὐτήν.

διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωὴν σύ, ἵνα ζῆς σὺ καὶ τὸ σπέρμα σου,

ἀγαπᾷν Τύριον τὸν θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου· τὸ κατοικεῖν σε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναι αὐτοῖς.

Καὶ συνετέλεσεν Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραήλ·

καὶ εἶπεν πρὸς αὐτούς Ἕκατόν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον, οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι· κύριος δὲ εἶπεν πρὸς μέ Οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.

κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου· οὗτος ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησεν κύριος.

καὶ ποιήσει Κύριος ὁ θεός σου αὐτοῖς καθὰ ἐποίησεν Σηὼν καὶ Ὤγ, τοῖς δυσὶ βασιλεῦσιν τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλέθρευσεν αὐτοὺς

καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν· καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετειλάμην ὑμῖν.

ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσῃς μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν· ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ’ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ οὔτε μή σε ἐνκαταλίπῃ.

Καὶ Καὶ ἐκάλεσεν Μωυσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῶ ἔναντι παντὸς Ἰσραήλ Ἀνδρίζου καὶ ἴσχυε· σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἢν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτοῖς·

καὶ κύριος [*](17 προσκυνήσεις AF | λατρεύσεις Α 18 τῆς γῆς] + ἦς ݲκݲς ο ݲθݲς σοι AF | κληρονομῆσαι AF 19 εκλεξαι] καὶ ἐκλέξεται A* καὶ ἔκλεξαι A 1 ? a ? (εκλεξε) F | ζοὴν 2°] εὐλογίαν Α | om σὺ 1 B | τὸ κατοικειν] om τὸ AF XXXI 2 καὶ 3°] η Α 3 AF 4 om ο θεὸς σου AF | αὐτοῖς ݲκݲς; Α | καθὰ] καθὼς AF | δυσι] om τοῖς AF | βασιλεύσει (sic) AF 5 ὕμιν 1°] ενωπιον ὑμῶν AF om κα ποιησετε...υμιν 2° B* (hab B ab (mg) AF) | καθοτι] καθὰ F 6 διλια Α δηλια F | ο προπορ.] pr οὕτος AF | om ἐν ὕμιν AF | οὔτε 1°] οὐ AF | οὔτε 2°] οὐδ’ οὐ Α | εγκαταλειπη B b AF 7 ἤμων] ἀυτῶν F | αὐτοῖς 2°] pr ἀυτὴν AF 8 καὶ ݲκݲς οσυνπροπορ. A)

408
[*](B) ὁ συνπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐν ἐνκαταλίπῃ σε, μὴ φοβοῦ μηδὲ δειλία.

Καὶ ἔγραψεν Μωυσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον, καὶ ἔδωκεν τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ τοῖς πρεσβυτέροις τῶν υἱῶν Ἰσραήλ.