Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσται ἐὰν ἀκούση τὰ ῥήματα τῆς ἀρᾶς ταύτης, καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Ὅσιά μοι γένοιτο, ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον·

οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῶ, ἀλλ’ ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ, καὶ κολληθήσονται ἐν αὐτῶ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τ·ῶ βιβλίῳ τούτῳ, καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν.

καὶ διαστελεῖ αὐτὸν κύριος εἰς κακὰ ἐκ πάντων υἱῶν Ἰσραήλ, κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου.

καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα, οἱ υἱοὶ ὑμῶν οἳ ἀναστήσονται μεθ’ ὑμᾶς, κα ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης [*](AF 11 om καὶ 3° Α 12 ἐν τῆ διαθήκη] τὴν διαθήκην 13 ἀυτῶ] ἑαυτὼ Α | om εἰς A 15 οὖσιν AF | μεθ’ ἤμων σήμερον] σῆμ’· μεθ’ ἤμων Α | ἔναντι AF | ὧδε σήμερον μεθ’ υμων] μεθ ἤμων ὧδε σῆμ’· Α ὧδε μεθ’ ἤμων σῆμ’. F + ἔναντι νυ του θῦ’ ὑμῶν A a ? mg 16 πὼς] ὡς AF | κατῳκήσαμεν AF | ὡς 1°] pr καὶ AF | παρηλθαμεν] B ab AF | ὦ 2°] οὑς AF | παρήλθετε] παρήλθομεν Α 17 καὶ κατα A* (και τὰ Α1) | om καὶ τὰ εἶδ’. ἀυτῶν F* vid (hab F1 (mg)) Α | πορευθεντες] πορεύεσθαι AF | ῥίζα] + πίκρας AF | ἐν ] ενοχλη B* AF* πικρία] πίκρα F* (πικρια F1 (vid)) AF | ο θεὸς] κύριος F | εὐιλατεῦσαι B b F (ευειλ. B*)] ευειλατευειν A τοηυτω] του τοττου AF 21 υιων] pr των AF | τὰς τῆς γεγραμμένης AF 22 πηγὰς F* (πλ. F1(vid))

405
καὶ τὰς νόσους αὐτῆς ἃς ἀπέστειλεν Κύριος ἐπ’ αὐτήν,

θεῖον B καὶ ἅλα κατακεκαυμένον, πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται, οὐδὲ ἀνατελεῖ οὐδὲ μὴ όναβῇ ἐπ’ αὐτὴν πᾶν χλωρόν· ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα, Ἀδάμα καὶ Σεβωείμ, ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ ὀργῇ.

καὶ ἐροῦσιν πάντα τὰ ἔθνη Διὰ τί ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ; τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος;

καὶ ἐροῦσιν ὅτι κατελίποσαν τὴν διαθήκην κυρίου τοῦ θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,

καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις οὓς οὐκ ἠπίσταντο, οὐδὲ διένειμεν αὐτοῖς·

καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ’ αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου·

καὶ ἐξῆρεν αὐτοὺς κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα, καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν.

τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ ὑμῶν, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς τέκνοις ὑμῶν εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.

Καὶ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταῦτα, ἡ εὐλογία καὶ ἡ κατάρα ἢν ἔδωκα πρὸ προσώπου σου, καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσιν τοῖς ἔθνεσιν οὗ ἐάν σε διασκορπίσῃ Κύριος ἐκεῖ,

καὶ ἐπιστραφήσῃ ἐπὶ κύριον τὸν θεόν σου, καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,

καὶ ἰάσηται κύριος τὰς ἁμαρτίας σου· καὶ σε, καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν εἰς οὓς δίε σε κύριος ἐκεῖ.

ἐὰν ᾖ ἡ διασπορά σου ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε κύριος ὁ θεός σου, καὶ ἐκεῖθεν λήμψεταί σε κύριος ὁ θεός σου·

καὶ εἰσάξει σε ὁ θεός σου ἐκεῖθεν εἰς τὴν γῆν ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει, καὶ πλεοναστόν σε ὑπὲρ τοὺς πατέρας σου.

καὶ περικαθαριεῖ κύριος τὴν [*](23 ἀύτης Α | Σεβωειν AF | ὀργὴ] + αὐτοῦ AF 24 οὕτως ݲκݲς Α 25 κατεκατελειπον AF 26 ἑτέροις] + καὶ προσεκύνησαν αὐτοῖς AF | ous] ὄις AF 27 ݲκݲς θύμω AF | ἐκείνην] ε 2° sup ras B ? vid | κατάρας] κἠς AF 28 om ἄπο τῆς γῆς ἀυτῶν Α | om εἰς γῆν F* vid (hab )) | om ἑτέραν ὤσει νυν F* (hab ἑτέραν ἕως νυν F1 mg) 29 ὑμῶν bis] AF | ὕμιν] ἥμιν AF XXX 1 om καὶ 2° B* (hab k B?) | ἔδωκα] δέδωκα AF | πάσι F | διασκορπ. σε AF | κύριος] + ο #x772; σου AF 2 εισακουση] υπακουση AF | ἐντέλλομαι σοι] pr ras 3 litt A ? σοι ἐντέλλομαι F 3 ιασεται AF | Κυριος 2°] + ο ݲθݲς σου AF 4 om ݲκݲς ο AF σου 2 θεὸς σου] pr ݲκݲς AF | om ἐκεῖθεν)

406
[*](Β) σου κοὶ τὴν καρδίαν τοῦ σπέρματός σου, ἀγαπᾷν Κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῆς σύ.

καὶ δώσει Κύριος ὁ θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε.

καὶ σὺ ἐπιστραφήσῃ ἐπὶ Κύριον καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον·

καὶ εὐλογήσει σε Κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου. ὅτι ἐπιστρέψει Κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σοὶ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου.