Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ φάγῃ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου ὅσα ἔδωκέν σοι, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου.

ἁπαλὸς ὁ ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανεῖ τῷ ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν κόλπῳ καὶ τὰ καταλελιμμένα τέκνα ἃ ἂν καταλειφθῇ,

ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ ὧν ἂν κατέσθῃ, διὰ τὸ μὴ καταλιφθῆναι αὐτῷ οὐδὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ ἂν θλίψωσίν σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσίν σου.

καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερά, ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα, βασκανεῖ τῷ δφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς [*](46 ἐν τὼ σπέρμ’.] pr καὶ AF | του αἰῶνος] om του AF 47 αγαθη] pr AF ἐν A a mg F | διανοια] καρδία AF 48 om οὑς ἐπαποστελεῖ K. F | ὄις επαποστελλει Α | om ἔπι σε Α | ἐν λιμὼ] + καὶ δειψει καὶ ἐν γυμνότητι Α + καὶ ἐν διψει καὶ ἐν γυμνότητι F 49 ο] οὐ AF 50 πρεσβύτου] AF | ελεησοι B edit 51 καταλείπειν F | ἔλαιον] pr καὶ Α | τὰ βουκόλια] om τὰ AF 52 ταῖς πολεσιν 1°] pr πάσαις AF | τείχη] + σου AF | πόλεσιν 2°] pr πάσαις AF | σοι] + ݲκݲς ο ݲθݲς σου AF 53 om σου 2 + ݲκݲς ο ݲθݲς σου AF 54 ο ἐν σοι] om ο AF | βασκαίνει + αὐτοῦ AF | αδελφον] + αὐτοῦ AF | γυναῖκα] + αὐτοῦ Α | κολπω] τὼ κ. αὐτοῦ AF | τὰ καταλελιμμενα (τα καταλελειμμ. B ab)] καταλελιμμενα Α F) | τεκνα] pr τὰ Α | καταλειφθῇ B ab (καταλιφθη B*)] F + αυτω AF 55 κατεσθίῃ F | καταλειφθῆναι B ab (καταλιφθ. B*) καταλελεῖφθαι Α | οὐδὲν] μηθὲν (μιθεν A) AF | σου om 1° AF | n] superius B ? | ἀν’] ἔαν F | θλίψωσιν] θλίψει Α θλίψουσιν F | οἱ ἐχθροὶ] ο ἐχθρὸς Α 56 τρυφερὰ + σφόδρα AF | τρυφεροτητα] + καὶ δία τὴν απαλοτητα AF)

402
[*](B) τὸν ἐν κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς,

καὶ τὸ χόριον αὐτῆς τό ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον ὃ ἂν τέκῃ· καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πόντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῆ θλίψει σου ᾖ θλίψει σε ὁ ἐχθρός σου ἐν ταῖς πόλεσίν σου·

ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν τοῦτο, κύριον τὸν θεόν σου.

καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστάς.

καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηρὰν ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί.