Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί, σε, ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε· ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατο σοι.

καὶ ἔσται ἐν σοὶ [*](AF 31 όνος] οἶνος Α | ηρπαγμενος F | διαδεδομένα F σου] + κ οὐκ ἔσται σοι· οἱ υἱοὶ σου ӄ αἰ θηατερες σου δεδομέναι ἔθνει ἑτέρω B ab mg + και ουκ ἔσται σοι ο βοηθῶν· οἱ υἱοὶ σου καὶ αἰ θυγ. σου δεδομένα δεδομεναι F) ἔθνει ἑτέρω AF 32 βλεψονται] ἔσονται Α οψονται F | ουκ] pr καὶ AF | η χεὶρ σου AF 33 εκφορτια B 35 ἰαθῆναι σε AF 36 ἔαν] ἀν’ AF | καταστήσει A* καταστησεις A1 | σεαυτὸν] ἔα sup ras A a | ἐπ’] ἐς AF | καὶ οἱ πα sup ras A a (pr ras 2 lilt) 37 πάσι B b F | απαγαγη] pr ἀν’ A ἀν’ γοῖ F 40 om σοι F 41 γενησεις F | ἔσονται] + σοι AF 42 σου γῆς Α | ἐρισύβη Α 43 ο ἐν σοι] ὃς ἐστιν ἐν σοι AF | αναβησεται] ’πι σε AF 44 σὺ 1°] σοι Α | κεφαλη] εἰς κεφαλὴν AF | οὖρα] ουραν AF 45 εξολεθρευση σε] εξολεθρευσεαι Α* (εξολεθρευσε σαι Α1) | ἀπόλεσαι Α | εἰσήκουσας] ἤκουσας Α | φυλαξαι] του φυλασσεσθαι AF + πάσας A | δικαιώματα] + αὐτοῦ AF)

401
σημεῖα καὶ τέρατα ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος,

ἀνθ’ ὧν οὐκ [*](B) ἐλάτρευσας κυρίῳ τῷ θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ διανοίᾳ διὰ τὸ πλῆθος πάντων.

καὶ καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐπαποστελεῖ κύριος ἐπὶ σέ, ἐν λιμῷ καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολεθρεύσῃ σε.

ἐπάξει κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ’ ἐσχάτου τῆς γῆς ὡσεὶ ὅρμημα ἀετοῦ, ἔθνος ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ,

ἔθνος ἀναιδὲς στις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσαι.

καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου, ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον, ἔλαιον, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε

καὶ ἐκτρίψῃ σε ἐν ταῖς πόλεσίν σου, ἕως ἂν καθαιρεθῶσιν τὰ τείχη τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ’ οἷς σὺ πέποιθας ἐπ’ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου· καὶ θλίψει σε ἐν ταῖς πόλεσίν σου αἷς ἔδωκέν σοι.