Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

προσκολλήσαι κύριος εἰς σὲ τὸν θάνατον, ἕως ἀν’ ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.

πατάξαι σε κύριος ἐν ἀπορίᾳ καὶ πυρετῷ καὶ ῥίγει καὶ ἐρεθισμῷ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε ἕως ἃν ἀπολέσωσίν σε.

καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ.

δῴη Κύριος ὁ θεός σου τὸν ὑετὸν τῇ γῆ σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται, ἕως ἂν ἐκτρίψῃ σε, καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει.

δώῃ σε κύριος ἐπισκοπὴν ἐναντίον τῶν ἐχθρῶν· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτούς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν, καὶ ἔσῃ διασπορὰ ἐν πάσαις βασιλείοις τῆς γῆς.

καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν.

πατάξαι σε κύριος ἕλκει Αἰγυπτίῳ εἰς τὴν ἕδραν καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι.

πατάξαι σε κύριος παραπληξίᾳ ἀορασίας καὶ ἑ διανοίας·

καὶ ἔση ψηλαφῶν μεσημβρίας, ὡς εἴ τι τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται ὁ βοηθῶν.

γυναὶκα λήμψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν. οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν.

ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ [*](19 ἐκπορεύεσθαι] εισπορ. AF | εἰσπορεύεσθαι] εκπορ. AF 20 αποστειλαι] AF ἐξαποστείλαι AF1 (εξαποποστ. F*) | ἔπι σε] σοι AF | ἀν’ 1°] ἔαν χεῖρα σου] + ὅσα ἔαν (αν F) ποιήσης AF | om B b)] εγκατελειπας Α εγκατελειπες F 21 ἢν] + σὺ AF 22 om ἐν AF | ερεθισμω] + καὶ φόνω AF | καταδιώξονται] καταδιώξωσιν F 23 om σοι AF | ο ὕπερ κεφ.] om ο F | [77 ὑποκάτω] om η F 24 om ο ݲθݲς AF | καταβήσεται] + ἔπι σε AF | om ἐν τάχει AF 25 ἐπισκοπὴν B* A] ἐπικοπὴν B ab F | ἐχθρῶν] + σου AF | διασπορὰ] pr ἐν AF | βασιλειαις] pr ταῖς AF 26 ἐκφοβῶν] ἀποσοβῶν A a (sup ras) F 27 ἕλκει] pr ἐν AF | εἰς τὴν ἔδραν] ἐν ταῖς ἕδραις AF | δυνασ.αι F 28 ἀορασίας] B ab καὶ ἀορασία AF | ἐκστάσει] pr ἐν F 29 om τις AF | τυφλος] pr ο AF | ἔσται] + σοι AF 30 οὐ] + μὴ AF)

400
[*](B) οὐ φήῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ, κοὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου,

καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά· οὐκ ἰσχύσει σου ἡ χείρ.

τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος ὃ οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας.

καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου ἃ βλέψῃ.

πατάξαι σε κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι, ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου.

ἀπαγάγοι κύριός σε καὶ τοὺς ἄρχοντάς σου οὓς ἐὰν καταστήσῃς ἐπὶ σεαυτὸν ἐπ’ ἔθνος ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις.

καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσιν τοῖς ἔθνεσιν εἰς οὓς ἀπαγάγῃ σε κύριος ἐκεῖ.

σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον, καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς.

ἀμπελώνα φυτεύσεις καὶ κατεργᾷ, καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ.

ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἡ ἐλαία σου.