Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω ἐπὶ πάντα τὰ ἔθην τῆς γῆς·
καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε, ἐὰν ἀκοῇ ἀκούσης τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου.
εὐλογημένος σὺ ἐν πόλει, καὶ εὑλογημένος σὺ ἐν ἀγρῷ·
εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια [*](15 τεχνιτῶν] τεχνίτου AF | ο λαος] pr πᾶς AF | ἐροῦσιν] ἔρει AF | γένοιτο] AF + γένοιτο F 16 γένοιτο] + γένοιτο Α 19 ὃς av] pr πας F 20 ἐκ πατρὸς] του π. AF 21 om παντὸς Α | ἐροῦσιν] ἔρει F 22 ἀδελφῆς] + αὐτοῦ F | πατρὸς] pr ἐκ AF | μητρὸς] pr ἐκ AF 23 νυμφης] πενθερας AF | om ἐπικατάρατος 2°...γενοιτο 2° AF 24 om 26 ἄνθρωπος] pr ο AF | ος] ὅστις Α | πασι B b AF | νόμου] βιβλίου F | ποιησαι] pr του AF XXVIII 1 καὶ ἔσται] + ως ἀν’ διάβητε ’τον Ιορδανην εἰς τὴν γῆν ἢν ݲκݲς ο θς θς ὑμῶν δίδωσιν ὕμιν AF | εισακουσητε εἰσακούσητε AF AF | ταύτας] om Α αὐτοῦ F | om σου 2° Α | ἔπι πάντα τὰ ἔθνη] πάντων εθνων AF 2 ακουσης] εισακουσης Α 4 κοιλίας σου] + καὶ τὰ γένη. μάτα τῆς γῆς σου B ab(mg) F + καὶ τὰ ἔκγονα τῆς γῆς σου Α)
εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐνκαταλίμματά σου.
εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλσγημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
παραδῷ Κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σέ, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου.
ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμείοις σου, καὶ ἐπὶ πάντα οὗ ὂν τὴν χεῖρά σου ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι.
ἀναστήσαι σε κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσεν τοῖς , πατράσιν σου, ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ·
καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε.
καὶ πληθυνεῖ σε κύριος ὁ θεός σου εἰς ἀγαθὰ ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐπὶ τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου, ἐπὶ τῆς γῆς ἧς ὤμοσεν Κύριος τοῖς πατράσιν σου δοῦναί σοι.
ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι τὸν ὑετὸν τῆ γῇ σου ἐπὶ καιροῦ, εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου· καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ.
καταστήσαι σε Κύριος ὁ θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἴσῃ ὑποκάτω, ἐὰν ἁ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι φυλάσσειν·
οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερά, πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς.
Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, φυλάσσεσθαι πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι ἁ κατάραι αὗται καὶ καταλήμψονταί σε.
ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ·
ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ [*](AF 6 ευλογημενος bis] εὐλογητὸς Α 17 παραδῶ] παραδοῖ F + σοι Α | om σου 3° F* (hab F1 (vid)) | ὀδῶ] pr ἐν Α 8 ταμείοις ταμιοις B)] ταμιείοις AF ἔπι πάντα] ἐν πᾶσιν AF 9 om σε F | Κυριος] + ο θς σου AF | ακουσης] εισακουσης AF ση) | om πάσαις AF 10 om σε 2° F 11 εν] ἔπι AF | (1°? 2°?) sup ras B ab | εἴ τοῖς εκγ. τῶν κτ. σου καὶ ἔπι τοῖς γεν. (γενημασι A) τῆς γῆς σου AF | ἦς] + η B* (om B a ? b) 12 om σοι F* (superset F1 (vid) | τον ἀγαθὸν αὐτοῦ Α | οὐράνιον Α | καιροῦ] + αὐτοῦ AF | δανιεις] εκδανιεις A | ἔθνεσι A | δανιῇ] + καὶ ἄρξεις (+ σὺ AF) ἐθνῶν πολλῶν σου δε οὐκ ἄρξουσιν B ab mg inf 13 ἀκούσης] εισακουσης F | τῆς φωνῆς] τῶν ἐντολῶν AF | φυλάσσειν] + καὶ ποιεῖν AF 14 πασῶν τῶν εντολων] πάντων τῶν λόγων AF | οὐδὲ] η Α 15 φυλάσσεσθαι] φυλάσσειν ( + καὶ A) ποιεῖν AF 17 επικαταρατοι] τὰ sup ras B 1 ? a ?)
ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ [*](B) γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·
ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε, καὶ ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε.
ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐμ πάντα οὗ ἀν’ ἐπιβάλῃς τὴν χεῖρά σου, ἕως ἂν ἐξολεθρεύσῃ σε, καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐνκατέλιπές με.