Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ, καὶ ποιήσεις ὃν τρόπον εὔξω τῷ θεῷ δόμα ὃ ἐλάλησας τῳ στόματι σου·

Ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου, καὶ συλ- [*](* XX) λέξεις ἐν ταῖς χερσίν σου στάχυς, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς [*](E.) ἐπ’ ἀμητὸν τοῦ πλησίον σου.

Ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς.

Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς, [*](AF 14 ασχημο... F 15 κυριω] + αὐτοῦ AF 16 om κατοικήσει ἐν μιν F | κατοικήσει 2°] + ἐν παντὶ τόπω AF | ἔαν ἀρέση] αρεσκη Α ἀν’ F 17 θυγατέρων 1°] pr τῶν Α | τελισκομενος] + πρὸς πάσαν εὐχὴν 19 τόκον αργ. τὼ ἅδ’. σου Α | αν] ἔαν F 20 δε] hiat F | πασιν Α | κληρονομησαι AF 21 om Κυριω F 22 θελήσης F | om ἐν F 23 ηὔξω AF | τὼ θέω] ݲκݲω τὼ ݲθݲω σου AF | om τὼ στόματι σου A *vid 24, 25 transp ut vid A a (sup ras rescr) 24 συλλέξεις] σύναξες A a | ἐπ’ τοι ἔπι ’τον ἄμητον A a F 25 του πλ.] τὸ sup ras B ab | ὅσον] + ἀν’ A a | φίλη A a | εμβαλεις] ἐκβαλεῖς A a F XXIV 1 ἔαν ’δε τις...εξαποστε sup ras A a | συνοικήσει A a συνωκηση (sic) F | om μὴ F | ευρεν] εὕρηκεν A a F | om)

391
καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ·

καὶ ἀπελθούσα γένηται [*](B) ἀνδρὶ ἑτέρῳ,

καὶ μισήσῃ αὐτὴν ὁ ἀνὴρ ὁ ἔσχατος καὶ γρόψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ἀποθάνῃ ὁ ἀνὴρ ὁ ἔσχατος ὃς ἔλαβεν αὐτὴν αὐτῷ γυναῖκα·

οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλημά ἐστιν ἐναντίον κυρίου τοῦ θεοῦ σου· καὶ οὐ μιανεῖτε τὴν γῆν ἢν Κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ.

Ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον, καὶ οὐκ ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα· ἀθῷος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐνιαυτὸν ἕνα· εὐφρανεῖ τὴν γυναῖκα αὐτοῦ ἢν ἔλαβεν.

Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον, ὅτι ψυχὴν οὗτος ράζει.

Ἐὰν δὲ ἁλῷ ἄνθρωπος κλέπτων ψυχὴν τῶν αὐτοῦ τῶν υἱῶν Ἰσραήλ, καὶ καταδυναστεύσας αὐτὸν τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.