Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου, καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ καὶ ἐπάγων καλύψεις τὴν ἀσχημοσύνην σου·

ὅτι κύριος ὁ θεός σου ἐνπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου· καὶ ἔσται ἡ [*](30 αποκαλυψει] ἀνακαλύψει AF XXIII 1 εισελευσονται] εἰσελεύσεται AF B a?b? AF | οὐδὲ] καὶ AF | αποκεκ. εἰς εκκλ. Τυρίου] αποκεκ. εἰς οἶκον ݲκݲυ (κεκομμε|νος...ݲκݲυ in mg et sup ras) A a 2 οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ݲκݲυ B ab et sup ras A a (om B*F) 3 Αμμανιτης οὐδὲ Μωαβιτης Αμμ. καὶ Μωαβ. Α Μωαβ. κα Αμμ. F 4 τῆς Μεσοπ.] om τῆς F | κατάρασθαι] καταράσασθαι σε AF 5 εὐλογίας AF 6 om σου F 7 αὐτοῦ] ἀυτῶν F 8 γεννηθῶσιν AF | εἰσελεύσονται] εισελευ sup ras A a 9 ἔπι τοὺς ἐχθροὺς] pr εἰς πόλεμον A a | ῥήματος πονήρου] πον. πράγματος Α πον. ῥήματος F 10 ἔσται] ἐστιν AF | ἐξελεύσεται] + ἔξω τῆς παρεμβολῆς καὶ οὐκ εἰσελεύσεται AF 12 καὶ τόπος ἔσται σοι ἔξω (om εξω F) τῆς παρεμβολῆς καὶ εξελευση ἔκει εξω B ab mg AF (om B*) 13 πάσσαλος] σάλος sup ras B ab | ἐπαγαγὼν AF | σου 2°] + ἐν ἀυτῶ AF 14 om σου 2 (hab F1) | παραδοῦναι] + σοι Α | πρὸ προσώπου] εἰς τὰς χεῖρας AF)

390
[*](B) σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πρόγμοτος, καὶ στρέψει ἀπὸ σοῦ.

Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ, ὃς προστέθειταί σοι παρὰ .

μετὰ σοῦ κατοικήσει, ἐν ὑμῖν· κατοικήσει οὗ του κύρου αὐτοῦ ἐὰν ἀρέση αὐτῷ, οὐ θλίψεις αὐτόν.

Οὐκ ἱστᾶι πόρνη ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· οὐκ ἱστᾶι τελεσφόρος ἀπὸ θηατέρων Ἰσραήλ, καὶ οὐκ ἱστᾶι τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ.

οὐ προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου πρὸς πᾶσαν εὐχήν, ὅτι βδέλυγμα Κυρίῳ τῷ θεῷ σού ἐστιν καὶ ἀμφότερα.

Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος οὗ ἂν ἐκδανίσῃς·

τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς, τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς, ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς εἰς ἢν εἰσπ·ορεύῃ ἐκεῖ κληρονομεῖν ἀυτὴν.

Ἐὰν δὲ εὔξῃ εὐχὴν κυρίῳ τῷ θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν, ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία·

ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι, οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία.