Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἵνα μακροημερευσητε, κα αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.

καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν, ἀγαπᾷν Τύριον τὸν θεὸν ἡμῶν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ προσκολλᾶσθαι αὐτῷ·

καὶ ἐκβαλεῖ κύριος πάντα τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ κληρονομήσετε ἔθνη μεγάλα καὶ ἰσχυρὰ μᾶλλον ἢ ὑμεῖς.

πάντα τὸν τόπον οὑ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ὑμῶν, ὑμῖν ἱστᾶι· ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου, κοὶ ἀπὸ [*](AF) [*](11 ορινη AF 12 συντελείας] τῆς συντελείας AF 13 εἶσα ἀκούσητε AF | ἐντολὰς] + αὐτοῦ AF | ἃς ὅσας AF | om σου 3° Α 14 γῆ] τῆς γῆς Α | προιμον B*AF] πρώιμον B b | εἰσοίσει F1 ’ 15 δώσεις AF | ἐν τοις αγροις] τοῖς τοῖς ἀγροῖς F | τοῖς κτηνεσιν] pr καὶ ἐν Α 17 opytj] ὀργίσθη Α | ο υτεος] om ο AF | ο κῦρος] ο θςݲ Α 19 ἐν αὐτοῖς] ἀυτὰ AF | μενου σου] καθημένους AF | πορευομένου σου] πορευομενους AF | καθευδοντος σου] κοιταζομένους AF | διανισταμένου σου] διανισταμένους AF 20 οἰκί’, οἴκων AF 21 μακροημερευσητε] πολυημερεύσητε AF 22 ὅσας] ἃς Α j σοι] υμιν AF | om κα 2° AF | πορεύεσθε Β | προσκολλασθαι] pr κα 23 ισχυρα] ἰσχυρότερα AF 24 οὐ ἔαν] ὂν ἀν’ F | του ποδὸς] τῶν οπδων F)

367
τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης [*](B) τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου.

οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν· τὸν τρόμον ὑμῶν καὶ τὸν φόβον ὑμῶν ἐπιθήσει κύριος ὁ θεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐφ’ ἧς ἐὰν ἐπιβῆτε ἐπ’ αὐτῆς, ὃν τρόπον ἐλάλησεν πρὸς ὑμᾶς.

᾿Ιδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον τὴν εὐλογίαν καὶ τὴν κατάραν·

τὴν εὐλογίαν, ἐὰν ἀκούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον·

καὶ αἱ κατάραι, ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν ὃσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ πλανηθῆτε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν, πορευθέντες λατρεύειν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε.

καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν διαβαίνεις ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ δώσεις εὐλογίαν ἐπ’ ὄρος Γαριζεὶν καὶ τὴν κατάραν ἐπ’ ὄρος Γαιβάλ.

οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ Ἰορδάνου ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῆ Χανάαν, τὸ κατοικοῦν ἐπὶ δυσμῶν ἐχόμενον τοῦ Γολγόλ, πλησίον τῆς δρυὸς τῆς ὑψηλῆς ;

ὑμεῖς γὰρ διαβαίνετε τὸν Ἰορδάνην, εἰσελθόντες κληρονομῆσαι τὴν γῆν ἢν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, καὶ κατοικήσετε ἐν αὐτῇ.

καὶ φυλάξεσθε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ καὶ τὰς κρίσεις ταύτας ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον.