Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

OYTOI οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ [*](Β) Ἰορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ Φαρᾶν Τόφολ καὶ λοβὸν καὶ Αὐλῶν’ καὶ Καταχρύσεα·

ἕνδεκα ἡμερῶν ἐν Χωρὴβ ὁδὸς ἐπ’ ὄρος Σηεὶρ ἕως Καδὴς Βαρνή.

καὶ ἐγενήθη ἐν τῷ τεσσερακοστῷ ἔτει, ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος αὐτῷ πρὸς αὐτούς,

μετὰ τὸ πατάξαι Σηὼν βασιλέα Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἑσεβὼν καὶὪγ βασιλέα τῆς βασᾶν τὸν κατοικήσαντα ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν,

ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων

κύριος ὁ θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων Ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῶ ὄρει τούτῳ·

ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβά, εἰς ὄρος καὶ πεδίον, καὶ πρὸς λίβα καὶ παραλίαν γῆν χαναναίων καὶ Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου.

ἴδετε παραδέδωκεν ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ’ αὐτούς.

καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καίρῳ ἐκείνῳ λέγων Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς.

Κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει·

Κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν [*](Inscr δευτερονόμιον BAF*?1? | 1 Ι 1 ουτοι] pr καὶ Α 2 ἐν] ἐκ AF | AF οδος ὀδὸν Flvld 3 τεσσαρακοστῷ Bb | υιους] pr τοὺς F | ἀυτῶ κݲςݲ . F)] pr τῶν 7 ορος 1°] Pr τὸ F | Χαναναιων] ’ναι sup ras pr ποταμοῦ BabF 8 παραδέδωκα AF θέντ’ tyj εἰσελθόντες AF I Ισαακ] pr τὼ BabAF | Ιακωβ] pr 10 ὑμῶν] ἤμων Α | ἔσται Α | ὤσει] ὡς F* εἰ superscr F1))

340
[*](B) ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογήσαι ὑμὰς καθοτ ἐλάλησεν ὑμῖν.

πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν ;

δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφ’ ὑμῶν μῶν ἡγουμένους ὑμῶν.

καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας ποιῆσαι.

καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ’ ὑμῶν, καὶ ἑκατοντάρχους καὶ δεκαδάρχους γραμματοεισαγωτοῖς κριταῖς ὑμῶν.

καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ νὼ λέγων Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ.

οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ θεοῦ ἐστίν· καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ᾐ ἀφ’ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ’ ἐμέ, καὶ ἀκούσομαι ὑμῶν.

καἴ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους οὓς ποιήσετε.

καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Καδὴς Βαρνή.

καὶ εἶπα πρὸς Ἤλθατε ἕως τοῦ ὄρους τοῦ Ἀμορραίου, ὃ ὁ κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν·