Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἴδετε παραδέδωκεν ὑμῖν κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε.

καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε᾿ Ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν καὶ ἐφοδευσάτωσαν ἡμὶν τὴν γῆν, καὶ άοαγγεθκάτωσαν ἡμῖν ἀπόκρισιν, τὴν ὁδὸν δι’ ἧς ἀναβησόμεθα ἐν καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς.

καὶ ἤρεσεν [*](AF) [*](11 ὡς ἐστε] ὡς ἔσται Α ὥστε F ἐς superscr F1) 12 φέρειν μονος Α 13 ἑαυτοῖς] αὐτοῖς F* ε superscr F1) | καταστησω] + αὐτοὺς AF | ἐφ’ υμων ἡγουμένους] ἐφ’ ὑμὰς ηγο sup ras Aa 14 ακριθητε F* απεκρ. F1?a 15 ἡγεῖσθε Α | εκατοναρχ. F* εκατοντ. Fa) | δεκαδάρχους] pr πεντηκονταρ χοῦς καὶ BabAF 16 κρίνετε AF | ἀδελφοῦ] του ἀδελφοῦ αὐτοῦ Al 17 επιγνωση] ἐπιγνώσεσθε Α | η σκληρὸν Α | ὑμῶν °] αὐτὸ AF 18 πὰν τὰς τους] τοὺς πάντας AF 19 Χωρηβ] Σοχωθ Α | ο θεὸς F1vid(mg) (01 F*) 20 του ὄρους] om του AF | ὕμιν] ἥμιν Α 21 om υμιν i AF | ἤμων °] ὑμῶν AF | κληγρονμησατε] κληρονομεῖτε AF | ἤμων 2°] AF | δειλιάσητε Bab διλ. B* δῆλ’. F) διλιασηται Α 22 om μοι F (superscr F1) | ἀποστείλατε F* αποστειλωμεν F1 mg) αναγγειλ. BabAF | εἰσπορευόμεθα AF)

341
ἐναντίον μου τὸ ῥῆ μὰ, καὶ ἔλαβον ἐξ ὑμῶν ιβ΄ ἄν·δρας, ἄνδρα ἕνα κατὰ [*](Β) φυλήν.

καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος, καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκόπευσαν αὐτήν.

καὶ ἐλάσον ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ἡμᾶς, καὶ ἔλεγον Ἀγαθὴ ἡ γῆ ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν.

καὶ οὐκ ἠθελήσατε ἀναβῆναι, καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ἡμῶν·

καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν Κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, παραδοῦναι ἡμᾶς [*](28)εἰς χεῖρας Ἀμορραίων, ἐξολεθρεῦσαι ἡμᾶς·

ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγοντες Ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν, καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι χισμέναι ἔως τοῦ οὐρανοῦ· ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ.

καὶ εἶπα πρὸς ὑμᾶς Μὴ πτήξητε μηδὲ φοβηθῆτε ἀπ’ αὐτῶν·

Κύριος ὁ θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν, αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ’ ὑμῶν κατὰ πάντα ὅσα ἐποίησεν ἡμῖν ἐν γῇ Αἰγύπτῳ.

καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ ἢν εἴδετε ὁδὸν ὄρους τοῦ Ἀμορραίου, ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἢν ἐπορεύθητε ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον.

καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε κυρίῳ τῷ θεῷ ἡμῶν,

ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτός, δεικνύων ὑμῖν τὴν ὁδὸν καθ’ ἢν πορεύεσθε ἐπ’ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας.

καὶ ἤκουσεν Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν, καὶ παροξυνθεὶς ὤμοσεν λέγων

Εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν ἀγαθὴν ταύτην γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν.

πλὴν Χαλὲβ υἱὸς Ἰεφοννή, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν ἐφ’ ἢν ἐπέβη καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς κύριον.

καὶ ἐμοὶ ἐθυμώθη κύριος δι’ ὑμᾶς λέγων [*](23 ἐνάντιον] ἐνώπιον AF | ιβ΄] δώδεκα AF 25 ελαβοσαν] ἔλαβον AF | AK μιν] ἤμων F ηθελησα.εν, ηπειθησα.εν F* ἠθελήσατε, ἠπειθήσατε F1) | κα 2°] ἀλλ’ AF | ἤμων] ὑμῶν AF 27 διεγογγυσατε AF | εἰς Αμ. εξολεθρ. ημας] εἰς τὰς χ. τῶν Αμ. εξολεθρ. ἧμας Α εἰς τὰς χ. τῶν Αμ. ιποκτειναι ἧμας F1mginf (om F*) 28 οἱ αδελφοι] οἱ ’δε ἅδ’. AF | τὴν αρδιαν ὑμῶν AF | ὑμῶν 30 B*b] ἤμων BabAF 30 ὑμῶν κατα] pr καὶ F | ἥμιν] ὕμιν AF | Αιγυπτω] + κατ οφθαλμους αυτων in t sup ras Aa 31 om ὀδὸν ὄρους του Αμ. AF | om rts AF | τροφοφο- Ba] τροποφορήσει B* τροφοφορήσαι AF εἰς ἢν om εἰς Ba(vid)bAF om εις Ba(vid)bAF AF 33 προπορευεται] πορεύεται AF | δεικνύων] δειγνυων διγν.) | πορεύεσθαι Α | ἐπ’ αυτης] ἐν ἀυτὴ AF 34 ηκουσεν] pr ὡς | om κα 2° Α | παρωξυνθεις B* παροξ. Bab) 35 τὴν ν γῆν τὴν ἂγ. ταύτην AF)

342
[*](B) Οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ.

Ἰησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσραήλ.

καὶ πᾶν παιδίον νέον ὅστις οὐκ οἶδεν σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν.

καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης.