Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχειρὲ υἱοῦ Αἰνάν.

Οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ἧ ἡμέρᾳ ἔχρισεν αὐτὸ παρὰ τῶν υἱῶν Ἰσραήλ· τρύβλια ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ ιβ΄, θυίσκαι Χρυσαῖ ιβ΄,

τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρύβλιον τὸ ἕν, καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία· πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι, ἐν τῷ σίκλῳ τῶν ἁγίων

θυίσκαι χρυσαῖ δώδεκα, πλήρεις θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ.

πᾶσαι αἱ βόες αἱ εἰς ὁλοκαύτωσιν μόσχοι ιβ΄, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι ιβ΄, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ [*](AF 71 om τράγους πέντε F* (hab τράγους πεν [sic] FIms) | Αμισαδαι AF 72 Αση A* ρ superscr A1) | Φαγαιηλ AF 75 om ἔνα 3° Α 77 τράγους πέντε F* (hab F1 mg) Ι τοῦτο δῶρον A* τοῦτο τὸ δ. Λῆ Ι Φαγα| Α Φαγαιηλ F 78 Νεφθαλι Α | Αχιρε Α Τ’ πλήρης B λήρης sup ras B1? a? b) 80 δέκα χρυ sup ras B1 ? a? b 83 Αχιρε AF 84 ὑιῶν] pr ἀρχόντων Bab (mgg) pr ἀρχ’. τῶν AF | ιβ΄, (bis)] δώδεκα AF 85 η μιᾶι om η B* (superscr Bab) Ι ’τον ἀγίων] τὼ αγιω AF 86 πλήρεις] πλήρης BF Ι θυμιάματος] + φίαλαι ἀργυραῖ δώδεκα η θυσκη ἐν τὼ σίκλῳ τῶν ἀγίων Α αματος φ. αργ. δωδ. η θυίσκη sup ras Αα) 87 om αἰ ° AF | ολοκαυτωσιν] σιν sup ras Ba ὁλοκαύτωμα B*vid) | ιβ΄, (bis)] δώδεκα AF Ι om καὶ ° BabAF 272)

273
χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας.

πᾶσαι αἱ βόες εἰς θυσίαν [*](B) σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες· καὶ κριοὶ ἑξήκοντα, ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι, τράγοι ἑξήκοντα. αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρίσαι αὐτόν.

ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ, καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὃ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο Χερουβείμ· καὶ ἐλάλει πρὸς αὐτόν.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τῷ Ἀαρὼν καὶ ἐρεῖς πρὸς αὐτόν ὅταν ἐπιτιθῇς τοὺς λύχνους, ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι.

καὶ οὕτως Ἀαρών· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς ἐξῆψεν τοὺς λύχνους αὐτῆς.

καὶ αὕτη ἡ κατασκευὴ τῆς στερεὰ χρυσῆ, ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος ὃ ἔδειξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησεν τὴν λυχνίαν.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Λάβε τοὺς ἐκ μέσου υἱῶν Ἰσραὴλ καὶ ἀφαγνιεῖς αὐτούς.

καὶ οὕτως αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται.

καὶ λήλψονται μόσχον ἓνα ἐκ βοῶν κα τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας.

καὶ προσάξεις τοὺς Λευείτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ·

καὶ προσάξεις τοὺς Λευείτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευείτας·

καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευείτας ἀπόδομα ἔναντι Τυρίου παρὰ τῶν υἱῶν Ἐσραήλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Τυρίου.