Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

καὶ εἰς θυσίαν ῥίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀβειδὰν υἱοῦ Γαδεωνεί.

Τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δάν, Ἀχιέζερ υἱὸς Ἀμεισαδαί.

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·

καὶ [*](48 Εμιουδ] Σεμιουδ F 51 om ἔνα 3° Α 53 Ελισαμα AF 54 Μαννασση Α 57 om ἔνα 3° Α 59 om δαμάλεις δύο F* (hab F1 60 Αβιδαν Α Ι Γαδεωνι Α Γεδεωνι F 62 χρύσω A* ν superset Λῆ Α 1) | πλήρης ΒΑ 63 om ἔνα ° Α 65 Αβιδαν AF Ι Γαδεωνι Α Γεδεων F 66 Αμισαδαι AF 69 ἐνιαύσιον] + ἄμωμον A)

272
[*](B) χίμαρον ἐξ αἰγῶν ἓνα περὶ ἁμαρτίας·

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχιέζερ υἱοῦ Ἀμεισαδαί.

Τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ἀσήρ, Φαγεὴλ υἱὸς Ἐχράν.

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Φαγεὴλ υἱοῦ Ἐχράν.

Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλεί, Ἀχειρὲ υἱὸς Αἰνάν.

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν.

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·