Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Σαλαμιὴλ υἱοῦ Σουρισαδαί.

Τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γάδ, Ἐλεισὰφ υἱὸς Ῥαγουήλ.

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·

καὶ χίμαρον ἐξ αἰγῶν ἵνα περὶ ἁμαρτίας·

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλεισὰφ υἱοῦ Ῥαγουήλ.

Τῇ [*](AF 29 κριοὺς πέντε] + τράγους πέντε BabmSinf A F1mg τρ. ε΄) Ι Χαιλων] Χελων F 30 Εδισουρ] Zedurovp Bab Ελισουρ Α Σεδιουρ Σελ.) F 33 om ἔνα 3° Α 34 εκ| αἶγ’. F 35 om κριοὺς πέντε Α | ἐνιαυσίους ενιαυσιας F1) 36 Σαμαλιηλ F 41 κριοὺς πεντε] + τράγους πεντε BabmginfA pi A F 1mg τρ. ε΄) 43 Ελισαφ AF 45 om ἔνα 3° Α 47 Ελισαφ 270)

271
ἡμέρα τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Ἐφράιμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ. [*](B)

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἔν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, αμνον ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα.

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλεισαμὰ υἱοῦ Ἐμιούδ.

Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασσή. Γαμαλιὴλ υἱὸς Φαδασσούρ.

τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·

μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Γαμαλιὴλ υἱοῦ Φαδασσούρ.

Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμείν, Ἀβειδὰν υἱὸς Γαδαιωνεί.