Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ’ ἀδελφῷ [*](¶ ℵ) καὶ ἐπ’ ἀδελφῇ, οὐ μίαν θήσεται ἐπ’ αὐτοῖς ἀποθανόντων αὐτῶν, ὅτι εὐχὴ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ ἐπὶ κεφαλῆς αὐτοῦ·

πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται κυρίῳ.

ἐὰν δέ τις ἀποθάνῃ ἐξά ταραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ, καὶ τὴν κεφαλὴν αὐτοῦ ἧ ἂν ἡμέρᾳ καθαρισθῇ· τῇ ἡμέρᾳ τῇ ἑ ξυρηθήσεται.

καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν πρὸς τὸν ἱερέα ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,

καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτεν [*](§ ℵ) περὶ τῆς ψυχῆς, καὶ ἁγιάσει τὴν § κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ § ABBREV

ᾗ ἡγιάσθη κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς, καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμελίαν· καὶ αἱ ἡμέραι ἁμ ¶ ρότεραι ἄλογοι ἔσονται, [*](¶ ℵ) ὅτι ἐμιάνθη κεφαλὴ εὐχῆς αὐτοῦ.

καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ἧ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου·