Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ προσάξει τὸ δῶρον αὐτοῦ Τυρίῳ, ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον μίαν εἰς ἁμαρτίαν, καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον,

καὶ κανοῦν ἀζύμων σεμιδάλεως ἄρτους ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ, καὶ θυσία αὐτῶν καὶ σπονδὴ αὐτῶν.

καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι Τυρίου, καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ·

καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου κυρίῳ ἐπὶ τῷ ἱκανῷ τῶν ἀζύμων, καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ καὶ τὴν § ¶ σπονδὴν αὐτοῦ.

καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ¶ τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει ¶ τὰς τρίχας ἐπὶ τὸ πῦρ ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου.

καὶ ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ καὶ ἄρτον ἕνα [*](5 οσας] ἃς Α 6 τῆς εὐχῆς Κυρίῳ BKaAF] εὐχῆς κݲυݲ ℵ* τῆς ευχης ※ ℵAF τὼ κω Kc-a | τετελευτηκυιη B 7 om ἔπι 2° BabF | ἀυτῶ] αὐτοῦ 8 Κυριω] pr τὼ F 9 αποθανη] pr θανάτω AF | ἐπ’ ἀυτῶ ἐξάπινα AF Ι ξυρηθησεται ξυρη sup ras pi litt Aa 10 καὶ τῆ ἠμ’.] τῆ ’δε ἠμ’. AF | νεοσσους Α 11 εφα[λην] ℵ 12 om η AF | ἡγιάσθη] ἡγίασεν Α | κυρίω] pr τὼ ℵ A | τὰς ἡμέρας] pr πάσας AF | προτερον πρότερον Α πρότεροι F on] ὅτε Α 14 ολοκαυτωσιν] ὁλοκαύτωμα AF | om ἔνα 2° Α | σωτηρίαν Bab) 15 θυσίαν AF | σπονδὴν AF 17 om καὶ 2° ℵ * (hab . . . ℵ . A * vid (TJU sup ras Aa) F | του μαρ . . .ℵ | υπο] ἔπι AF 19 ἄρτον ἄζυμον ἔνα Α)

268
[*](B) ἄζυμον ἀπὸ τοῦ κανοῦ καὶ λάγανον ἄζυμον ἕν, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου, μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ. ἢ καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι κυρίου.

ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθυνίου τοῦ ἐπιθέματος καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος· καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον.