Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.

καὶ αἱ πόλεις ἃς δώσετε, τὰς ἓξ πόλεις, φυγαδευτήρια ἔσονται ὑμῖν·

τρεῖς πόλεις δώσετε πέραν τοῦ Ἰορδάνου, καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν τῆ γῇ Χανάαν.

φυγάδιον ἔσται τοῖς υἱοῖς· Ἰσραήλ, καὶ τῷ π ροσηλύτῳ τῷ παροίκῳ τῷ ἐν ὑμῖν· ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον, φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως. σίως.

ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτὸν καὶ τελευτήσῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής.

ἐὰν δὲ ἐν λίθω ἐκ χειρὸς ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής.

ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρὸς ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής·

ὁ ἀγχιστεύων τὸ αἷμα, οὕτος ἀποκτενεῖ τὸν φονεύσαντα· ὅταν συναντήσῃ [*](4 om κύκλω F 5 ἀνατολὰς] ανατο sup ras Aa | om καὶ τὰ ὅμορα τῶν AF F 6 δώσετε 1°] pr ας AF | φυγειν BabF 7 δώσετε] pr ἃς AF om κα 1° BabAF 8 ὑιῶν] pr τῶν AF | κατακληρ. AF 10 Α 11 εαυτοις F | ο πατάξας] om om Α 13 τὰς ἐξ] om τὰς F 14 τρεῖς 1°] pr τὰς BabAF | πέραν] pr ἐν τὼ AF | τῆ γῆ] om τῆ 15 τὼ καὶ παροικῶ Bab καὶ τὼ π. AF | φεύγειν Α | παντὶ πατάξαντι] πάντα ’τον φονεύοντα F πατὰ. (sic) Ylms) 17 ’δε] τε F 18 om ἐν ἀυτῶ A*F (hab BAa?) | θανατούσθω] αποθανειτε Α ἀποθανεῖται F 19 οὕτος °] αὐτὸς F)

336
[*](B) αὐτῷ οὗτος, ἀποκτενεῖ αὐτόν.

ἐὰν δὲ δι’ ἔχιραμ ὤσῃ αὐτὸν καὶ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου, καὶ ἀποθάνῃ,

ἢ διὰ ἐν αὐτὸν τῇ χειρί, καὶ ἀποθάνῃ, θανάτω θανατούσθω ὁ πατάξας, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονεύων· ὁ ἄγχι. στεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῶ.

ἐὰν δὲ ἐξάπινα οὐ δι’ ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρίψῃ ἐπ’ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου,

ἢ παντὶ λίθῳ ἐν ὧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδώς, καὶ ἐπιπέσῃ ἐπ’ αὐτόν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν·

καὶ κρινεῖ ἡ σθμαγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα.

καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ οὗ κατέ- φυγεν, καὶ κατοικήσῃ ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ.

ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς πόλεως εἰς ἢν κατέφυγεν ἐκεῖ,

καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ, καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα, οὐκ ἔνοχός ἐστιν·

ἐν γὰρ τῇ πόλει τῆς καταφυγῆς κατοικείτω ἕως ἄν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας· μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.

καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις ὑμῶν.

πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα, καὶ μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχῆς ἀποθανεῖν·

καὶ οὐ λήμψεσθε λύτρα περὶ ψυχῆς παρὰ τοῦ φονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι, θανάτῳ γὰρ θανατ·ωθήσεται.