Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σεῖν ἕως ἐχόμενον Ἐδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·

καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβείν, καὶ παρελεύσεται Ἐννάκ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδὴς τοῦ Βαρνή, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀράδ, καὶ παρελεύσεται Ἀσεμῶνα.

καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμῶνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.

καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.

καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὐμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·

καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς, εἰσπορευομένων εἰς Ἑμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν τὰ ὅρια Σαράδακ·

καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρῶνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἁρσεναεἰμ· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.

καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ἁρσεναεὶν Σεπφάμαρ·

καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμαρ βῆλά ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ δρία βῆλά ἐπὶ νώτου θαλάσσης Χενάρα ἀπὸ ἀνατολῶν.