Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ὑμῖν ἔσται ἡ γῆ καὶ τὰ δρία αὐτῆς κύκλω.

καὶ [*](55 οὑς εαν] ους ἀν’ BabF ὅσους ἀν’ Α | AF 56 δειεγνωκειν (sic) Α | ποιησαι] ποιήσεται Α | αὐτοῖς F | ὑμὰς] B*vid ας sup ras Ba) AF XXXXIV 2 εἰσπορεύεσθαι F | om ὕμιν F | τὴν κληρονομιαν] om τὴν BabAF λιβα 1°] βορρα Α | Σιν ΑF 4 ννακ] Σεεννακ AF | Ασελμωνα AF 5 κυκλώσει] κύσει (sic) F | τὰ ὀρία] α ὄρεια Β* τὰ ὄρεια Ba? ὀρία Bb) | Ασεμωνα] Σελμωνα Α Ασελμωνα F | Χειμμαρρον Α 6 η θάλασσα] om η Α | τὰ ὀρία 2°] τὸ ὅριον Α 7 ὕμιν ὀρία AF | καταμετρήσετε] καταμετρησεται BA καταμε τρηθησεται F | om τὸ ὄρος 2° AF 8 καταμετρήσετε] καταμετρηθήσεται AF | Εμαθ] Αιμαθ AF ἀυτῶν] αὐτοῦ BabAF | Σαραδακ] Σαδαδακ Α Σαδδακ F 9 Δεφρωνα] Εφρωνα Bab Ζεφρωνα Α εφρωνα F) | Αρσεναειμ] Αρσερναειμ Ba?b b Ασερναιν AF 10 αὐτοῖς] ἑαυτοῖς Α | Αρσεναειν] Ασερναειν Ba?bF Ασερναιν Α φαμ’ sup ras B? Σεπφαμα F 11 Χεναρα] Χενερεθ AF om η Bab | ἔσται ὕμιν AF)

334
[*](Β) ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ λέγων Αὕτη ἡ γῆ ἣν κατακληρο- νομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσή·

ὅτι ἔλαβεν φυλὴ υἱῶν Ῥουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ’ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ ἀπέλαβον τοὺς κλήρους αὐτῶν·

δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἰερειχὼ ἀπὸ νότου κατ’ ἀνατολάς.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσὴν λέγων

Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν, Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.

καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονοὑμῖν τὴν γῆν.

καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φῦ. λῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή·

τῆς φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σεμιούδ·