Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

XXXIIκαὶ ἴδον τὴν χώραν ᾿Ιαζὴρ καὶ τὴν χώραν Γαλαάδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν.

καὶ προσελθόντες οἱ υἱοὶ ῾Ρουβὴν καὶ οἱ υἱοὶ Γὰρ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεαζὰρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες

᾿Αταρὼθ καὶ Δαιβὼν καὶ ᾿Ιαζὴρ καὶ Νασμβρὰ καὶ ῾Εσεβὼν καὶ ᾿Ελεαλὴ καὶ Σεβαμὰ καὶ Ναβαὺ καὶ βαιάν,

τὴν γῆν ἣν παραδέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν ᾿Ισραήλ, γῆ κτηνοτρόφος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει.

καὶ ἔλεγον Εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν ᾿Ιορδάνην.

καὶ εἶπεν τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς ῾Ρουβήν Οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ;

καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν ᾿Ισραήλ, μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖς;

οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδὴς Βαρνὴ κατανοῆσαι τὴν γῆν ;

καὶ ἀνέβησαν Φάραγγα βότρυος, καὶ κατενόησαν τὴν γῆν, καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν ᾿Ισραήλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖς.

καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνη, καὶ ὤμοσεν λέγων

Εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθόν, τὴν γῆν ἢν ὤμοσεν τῷ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ· οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου·

πλὴν Χαλὲβ υἱὸς ᾿Ιεφοννὴ ὁ διακεχωρισμένος, καὶ Ἰησοῦς ὁ τοῦ Ναυή, ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου.

καὶ [*](52 ἑπτακόσιοι] πεντακόσιοι F | ἑκατοντάρχων] εκα sup ras B1? AF XXXII 1 κτήνη] η 2° sup ras seq ras 2 litt in Ba κτηνους [forie B* vid) | πλῆθος °] + πολὺ AF 2 ἄρχοντας] ἄνδρας Α 3 Αταρων Α ] Δεβων F | Ναμβρα] Αμβραμ Α Ναμρα F | Σεβαμα] Εσεβαμα Bab Σεμαβα F | βαίαν BFvld Βαια.)] βᾶμα Α 4 παραδέδωκεν] παρέδωκεν AF | τῶν ὑιῶν] cm τῶν Α | κτηνοτρόφος γῆ Α 5 ἔλεγον] ελεγοσαν Α | ενωπιον] ἐνάντιον AF | οικεταις] παισὶν Α 6 πορεύσονται AF Ι πόλεμον] pr ’τον BabF 7 διανοιας] καρδίας Α | διαβῆναι] ἀναβῆναι Α 9 αὐτοῖς κύριος AF 11 τὸ ἀγαθὸν καὶ τὸ κακὸν AF | ὤμοσα AF | τὼ Αβρ.] om τὼ Α 12 συνεπηκολουθησαν AF | κυρίου] μου Α)

328
[*](B) ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν ᾿Ισραήλ, καὶ κατερόμβευσεν αὐτοὺς ἐν τῆ ἐρήμῳ τεσσεράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεά, οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου.

ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμόν τῆς ὀργῆς Τυρίου ἐπὶ ᾿Ισραήλ·

ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνοεἰς ὅλην τὴν συναγωγὴν ταύτην.

καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον᾿Επαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν,

καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν ᾿Ισραήλ, ἕως ἄν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχι- σμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν.

οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ ᾿Ισραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ.

καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν ἀνατολαῖς.

καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ᾿Εὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον,