Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέθανεν Ναδὰβ καὶ ᾿Αβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σεινά.

καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν ᾿Ισραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν ᾿Ισραήλ.

Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ ᾿Ελεαζὰρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ᾿Ιερειχώ·

καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἔπε’ ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ ᾿Ααρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ Σεινά·

ὅτι εἶπεν κύριος αὐτῷ Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χαλὲβ υἱὸς ᾿Ιεφοννὴ καὶ Ιησοῦς ὁ τοῦ Ναυή.

Καὶ π ροσελθοῦσαι αἱ θυγατέρες Σαλπαάδ υἰοῦ Ὅφερ υἱοῦ Γαλαὰδ υἱοῦ Μαχείρ, τοῦ δήμου Μανασσὴ τῶν υἱῶν ᾿Ιωσήφ, καὶ ταῦτα τὰ ὁνόματα αὐτῶν· Μάλα καὶ Νουὰ καὶ ῾Εγλὰ καὶ Μελχὰ καὶ Θερσά·

καὶ στᾶσαι ἔναντι Μωυσῆ καὶ ἔναντι ᾿Ελεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου λέγουσιν

῾Ο πατὴρ ἡμῶν ἀπέθανεν ἐν τῇ ἐρήμῳ, καὶ αὐτὸς οὐκ ἢν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι κυρίου ἐν τῇ συναγωγῇ κόρε· ὅτι διὰ ἁμαρτίαν αὐτοῦ ἀπέθανεν, καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ.

μὴ ἐξαλειφθήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ, ὅτι οὐκ ἔστιν αὐτῷ υἱός· δότε ἡμῖν κατάσῳ ἀδελφῶν πατρὸς ἡμῶν.

καὶ προσήγαγεν Μωυσῆς κρίσιν αὐτῶν ἔναντι Κυρίου.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ὡς θυγατέρες Σαλπαάδ λελαλήκασιν·

δόμα δώσεις αὐταῖς κληρονομίας ἐν μέσῳ ἀδελφῶν πατρὸς αὐτῶν, καὶ περ [*](AF) [*](58 Αμβραμ Α δ’ καὶ τὸ ὄνομα] τὸ ’δε ὂν. AF Ι αὐτοῦ] Αμβραμ Α F Ι Ιωχαβεθ Α | Λευι BbAF (bis) | Αμβραμ AF ἑο ἐγενήθησαν] ε σαν AF 61 Σινα BbAF 62 ἐν μέσω ὑιῶν 1°] ἐν τοῖς υἱοῖς 63 01] ὅτι Α | Ιεριχω BbA ἑ Σίνα BbAF 65 om κύριος Α | αυτω] αὐτοῖς BabA Ι οὐκ ατελειφθη (sic) F | πλὴν Χαλεβ ὑίος Ιεφοݲ sup ras B? vid ο του Ναυη] υιος Ναυη AF XXVII 1 Μανασση Α | Μααλα F | Εγλα] Αιγλα AF 2 ἐνάντιον F (quater) | του ιερ.] οὐ ἱέρ’. F* τ superscr Flvid) ] συναγωγης] pr τῆς Α 3 αυτος] οὕτος F | δία] δι’ F 4 εξαλειφθη F αδ.] pr τῶν Α 7 ὀρθὼς] pr ὡς Α | Σαλπαα Fvid Σαλ| παα. ελαληκα| σιν))

317
θήσεις τὸν κλῆρον τοῦ πατρὸς αὐτῶν αὐταῖς.

καὶ τοῖς υἱοῖς Ἰσραὴλ [*](B) λαλήσεις λέγων Ἅνθρωπος ἐὰν ἀποθάνῃ καὶ υἱὸς μὴ ἦν αὐτῷ, περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῆ θυγατρὶ αὐτοῦ·

ἐὰν δὲ μὴ ᾖ θυγάτηρ αὐτῷ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ αὐτοῦ·

ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ·

ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιοτα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ· κληρονομήσει τὰ αὐτοῦ. καὶ ἔσται τοῦτο τοῖς υἱοῖς ᾿Ισραὴλ δικαίωμα κρίσεως, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ᾿Ανάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν, τοῦτο τὸ ὄρος Ναβαύ, καὶ ἴδε τὴν γῆν Χανάαν, ἢν ἐγὼ δίδωμι τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν κατασχέσει·

καὶ ὄψει αὐτήν, καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη ᾿Ααρὼν ὁ ἀδελφός σου ἐν τῷ Ὥρ τῷ ὄρει·

διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σεῖν, ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγήν , ἁγιάσαι με· οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν, τοῦτο ἔστιν ὕδωρ ἀντιλογίας ἐν Καδὴς ἐν τῇ ἐρήμῳ Σεῖν.

καὶ εἶπεν Μωυσῆς πρὸς κύριον