Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

οὗτοι δῆμοι ᾿Εφράιμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ [*](B) τριάκοντα χιλιάδες καὶ πεντακόσιοι· οὗτοι δῆμοι υἱῶν ᾿Ιωσὴφ κατὰ δήμους αὐτῶν.

Υἱοὶ Βενιαμεὶν κατὰ δήμους αὐτῶν· τῷ βάλε, δῆμος ὁ βαλέει· τῷ ᾿Ασυβήρ, δῆμος ὁ ᾿Ασυβηρεί· τῷ ᾿Ιαχειράν, δῆμος ὁ ᾿Ιαχειρανεί·

τῷ Σωφάν, δῆμος ὁ Σωφανεί.

καὶ ἐγένοντο οἱ υἱοὶ βάλε ᾿Αδὰρ καὶ Νοεμανεί.

οὗτοι υἱοὶ κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι.

Καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμεί, δῆμος ὁ Σαμεί· οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν.

πάντες οἱ δῆμοι Σαμεὶ κατ’ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ χ΄.

Υἱοὶ Νεφθαλὲ κατὰ δήμους αὐτῶν· τῷ Σαήλ, δῆμος ὁ Σαηλεί. τῷ Γαυνεί, δῆμος ὁ Γαυνεί·

τῷ ᾿Ιέσερ, δῆμος ὁ ᾿Ιεσερεί· τῷ Σελλή, δῆμος ὁ Σελλημεί.

οὗτοι δῆμοι Νεφθαεὶ ἐξ ἐπισκέψεως αὐτῶν, τριάκοντα χιλιάδες καὶ τριακόσιοι.

Αὕτη ἡ ἐπίσκεψις υἱῶν ᾿Ισραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι τριάκοντα.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Τούτοις μερισθήσεται ἡ γῆ, κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων·

τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν, νομίαν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν.

διὰ μερισθήσεται ἢ γῆ τοῖς ὀνόμασιν, κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν·

ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων.

Καὶ υἱοὶ Λευεὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσών, δῆμος ὁ Γεδσωνεί· τῷ Καάθ, δῆμος ὁ Κααθεί· τῷ Μεραρεί, δῆμος ὁ Μεραρεί.

οὗτοι δῆμοι υἱῶν Λευεί· δῆμος ὁ Λοβενεί, δῆμος ὁ Χεβρωνεί, δῆμος ὁ κόρε καὶ δῆμος ὁ Μουσεί. καὶ Καὰθ ἐγέννησεν [*](40 Εδενι AF 42 βάλει AF | Ασυβηρι AF | Ιαχειραν] Αχιραν Α AF Αχιαν F Ιαχειρανει] Αχιραϊ Α Αχιανει F 43 Σωφανι AF 44 οἱ υἱοὶ] om οἱ Α | Αδερ AF | Νοεμανει] Νοεμα Α Νοεμαν F + δῆμος ο Ba mg inf + δ. ο Νοεμανι AF 45 υιοι] pr οἱ F 46 υιοι] pr οἱ F | Σαμειδη Α Σαμι F | Σαμει 2°] Σαμειδηι Α Σαμι F | οὐτῶ A* οὔτοι 47 Σαμι F χ΄] ἑξακόσιοι AF 48 Νεφθαλι Α | Σαηλ] Ασηλ Bab Ασιη AF | Σαηλει] Ασηλει Bab Ασιηλι AF | Γαυνει 1°] Γωυνι Α Ωγυνι F | 2°] Γωυνι AF 49 Ιεσερ] Ιεσρι Α | Ιεσερει] Ιεσρι Α Ιεσερι F | Σελλημ AF | Σελλημι AF 50 Νεφθαλι Α | τριακοντ B1?a? τεσσαρ. Bb) πέντε καὶ τεσσεράκοντα AF 51 τριακοντα] pr καὶ BabAF 54 ἐλάττοσι F 57 υιοι] pr οἱ F | Λευι BbAF Ι Γεδσωμ] Γεδσωνι Α | Γεδσωνει] Γεδσωνι AF | Κααθι AF | Μεραρι AF (bis) 58 Λευι BbAF | Λοβενι AF | δῆμος °] pr καὶ Α | Χεβρωνει] Χεβρων Α Χεβρωνι F Ι δ. ο Κορε καὶ δ. ο Μουσει] καὶ δ. ο Ομουσι καὶ δ. ο Κορε Α καὶ δ. ο Μουσι καὶ δ. ο Κορε F)

316
[*](B) τὸν Ἀμράμ·

καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ᾿Ιωχάβεδ, θυγάτηρ Λευεί, ἢ ἔτεκεν τούτους τῷ Λευεὶ ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ ᾿Αμρὰμ τὸν ᾿Ααρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν.

καὶ ἐγενήθησαν τῷ Ἀαρὼν ὅ τε Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεαζὰρ καὶ ᾿Ιθαμάρ.