Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου,
  2. ὡς δόξα μονοκέρωτος αὐτῶ·
  3. ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ,
  4. καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖν,
  5. καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν.
  6. [*](28 κορυφην] pr τὴν A XXIV 1 ἐνάντιον AF | εὐλόγει A* (v AF superscr A1) | οὐκ] pr καὶ F | ιωθος B*F εἴωθ’. BabA) | οιωνοις] ωνοις A* οι superscr A1) ιωνοις F | πρόσωπον] + αὐτοῦ BabAF 2 πνεῦμα θεοῦ ἐν ἀυτῶ] ἐπ’ ἀυτῶ πݲνݲαݲ θῦ Α επ αυτιν πν. θ. F* επ αυτω F1mg) 3 Βαιωρ Α αληθεινος Α 4 om φησιν...θεου F | θεοῦ 1°] + ἰσχυροῦ Α | om οστις F* ?me) | ἔιδεν· ἐν ὕπνω F | αποκεκαλ. απεκαλ. Α)] pr ras 2 forte litt B1?a? 5 σου οἱ οἴκοι] οἴκοι σου Α οἱ οἴκοι σου F 6 ὡς B*vidF] ὤσει B1?A | παράδεισοι BabAF παραδισοι) | ποτάμω BbA | om κα 2° F* (hab 7 βασιλεια °]+αυτου AF 8 θεος] pr ο AF | δόξαν F | εκμυελει BA* (ἐκμυελιεῖ A1F))
    310
    [*](B)

  • κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος·
  • τίς ἀναστήσει αὐτόν ;
  • οἱ εὐλογοῦντές σε εὐλόγηνται,
  • καὶ οἱ καταρώμενοί σε κεκατήρανται.
  • καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαάμ, καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ. καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο.

    νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα τιμήσω σε, καὶ νῦν ἐστέρεσέν σε κύριος τῆς δόξης.

    καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρὸς μὲ ἐλάλησα λέγων

    ᾿Εάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου, ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ’ ἐμαυτοῦ· ὃσα ἐὰν εἴπῃ ὁ θεός, ταῦτα ἐρῶ.

    καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν.

    καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • Φησὶν Βαλαὰμ υἱὸς Βεώρ,
  • φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινὸς ὁρῶν,
    1. ἀκούων λόγια θεοῦ,
    2. ἐπιστάμενος ἐπιστήμην παρὰ ῾Υψίστου,
    3. καὶ ὅρασιν θεοῦ ἰδών,
    4. ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
    1. δείξω αὐτῷ, καὶ οὐχὶ νῦν·
    2. ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ
    3. καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ,
    4. καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ,
    5. καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.
    1. καὶ ἱστᾶι ᾿Εδὼμ κληρονομία,
    2. καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ·
    3. καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύι.

  • καὶ έξεγερθήσεται ἐξ Ἰακώβ,
  • καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.
  • [*](AF)[*](9 ηὐλόγηνται Α | καικατηρανται Α 10 καταρασθαι B θαι sup ras)] καταράσασθαι AF καταράσασθε) | τοῦτο τρίτον AF 11 τόπον] τὸ sup ras B?vid | ἐστέρησεν BabAF 13 δῶ μοι AF | πλήρης Α | κάλον η πονηρον AF | ἔαν 2°] αν F | ειπη] + μοι AF 14 τόπον] οἶκον F 15 Α | αληθεινως AF 16 om πάρα AF | ἰδὼν· ἐν ὕπνω BAvidF Ι απεκαλ. A 17 υἵους] pr τοὺς Α 18 εχθρος] αδεφος F* εχρος [sic] F1 mg))
    311

    καὶ ἰδὼν τὸν Ἀμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν [*](B)

  • Ἀρχὴ ἐθνῶν ᾿Αμαλήκ,
  • καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
  • καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • Ἰσχυρὰ ἡ κατοικία σου·
  • καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,
  • καὶ ἐὰν γένηται τῷ Βεὼρ νεοσσιὰ πανουργίας,
  • Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν.
  • καὶ ἰδὼν Ὤγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • *Ὤ ὤ, τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός;
  • καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων,
  • καὶ κακώσουσιν ᾿Ασσούρ, καὶ κακώσουσιν ᾿Εβραίους,
  • καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.
  • καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν, ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ· καὶ Βαλὰκ ἀπῆλθεν πρὸς ἑαυτόν.