Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. ἰδοὺ εὐλογεῖν παρείλημμαι·
  2. εὐλογήσω, καὶ οὐ μὴ ἁποστρέψω.
  1. οὐκ ἔσται μόχθος ἐν Ἰακώβ,
  2. οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ·
  3. κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ,
  4. τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.
  1. θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αὐγύπτου·
  2. ὡς δόξα μονοκέρωτος αὐτῷ.
  1. οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ,
  2. οὐδὲ μαντεία ἐν Ἰσραήλ.
  3. κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ καὶ τῷ Ἰσραὴλ
  4. τί ἐπιτελέσει ὁ θεός.

  • ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται,
  • καὶ ὡς λέων γαυριωθήσεται·
  • οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν,
  • καὶ αἷμα τραυματιῶν πίεται.
  • καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Οὔτε κατάραις καταράσῃ μοι αὐτόν, οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.

    καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπεν τῳ Βαλάκ οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ θεός, τοῦτο, ποιήσω;

    καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ θεῷ, καὶ κατάρασαί μοι αὐτὸν [*](AF) [*](16 αποστραφητι B*AF] αποστραφηθι Ba? b 17 ο δε] και οδε Bab Bab AF εφειστηκει Bab Ι παντες] ἄπαντες Bab 19 ουδε] ουδ AF Ι ουχι ’] ουκ F 21 τα ενδοξα] τα δε ενδοφα Α 22 θεος] pr ο AF Ι αυτους] αυτον AF I αυτω] αυτου F 24 γαυρωθησεται BabF Ι ου] pr και F 25 ευλογησεις F 26 και αποκρ.] αποκρ. δε AF 27 om μοι F)

    309
    ἐκεῖθεν.

    καὶ παρέλαβεν Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογώρ, [*](B) τὸ παρατεῖνον εἰς τὴν ἔρημον.

    καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλὰκ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμούς, καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

    καὶ ἐποίησεν Βαλὰκ καθάπερ εἶπεν αὐτ£√ Βαλαάμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

    XXIV

    XXIVΒαλαὰμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν ᾿Ισραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς, καὶ ἀπέστρεψεν τὸ πρόσωπον εἰς τὴν ἔρημον.

    καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ᾿Ισραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς. καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ.

    καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • Φησὶν Βαλαὰμ υἱὸς Βεώρ,
  • φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
    1. φησὶν ἀκούων λόγια θεοῦ,
    2. ὅστις ὅρασιν θεοῦ εἶδεν,
    3. ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
    1. ὡς καλοί σου οἱ οἶκοι, ᾿Ιακώβ,
    2. αἱ σκηναί σου, Ἰσραήλ·
    1. ὡς νάπαι σκιάζουσαι,
    2. καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμῶν·
    3. καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν κύριος,
    4. ὡσεὶ κέδροι παρ’ ὕδατα.
    1. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ,
    2. καὶ κυριεύσει ἐθνῶν πολλῶν·
    3. καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία,
    4. καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ.