Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα τιμήσω σε, καὶ νῦν ἐστέρεσέν σε κύριος τῆς δόξης.

καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρὸς μὲ ἐλάλησα λέγων

᾿Εάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου, ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ’ ἐμαυτοῦ· ὃσα ἐὰν εἴπῃ ὁ θεός, ταῦτα ἐρῶ.

καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν.

καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • Φησὶν Βαλαὰμ υἱὸς Βεώρ,
  • φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινὸς ὁρῶν,
    1. ἀκούων λόγια θεοῦ,
    2. ἐπιστάμενος ἐπιστήμην παρὰ ῾Υψίστου,
    3. καὶ ὅρασιν θεοῦ ἰδών,
    4. ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
    1. δείξω αὐτῷ, καὶ οὐχὶ νῦν·
    2. ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ
    3. καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ,
    4. καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ,
    5. καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.
    1. καὶ ἱστᾶι ᾿Εδὼμ κληρονομία,
    2. καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ·
    3. καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύι.

  • καὶ έξεγερθήσεται ἐξ Ἰακώβ,
  • καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.
  • [*](AF)[*](9 ηὐλόγηνται Α | καικατηρανται Α 10 καταρασθαι B θαι sup ras)] καταράσασθαι AF καταράσασθε) | τοῦτο τρίτον AF 11 τόπον] τὸ sup ras B?vid | ἐστέρησεν BabAF 13 δῶ μοι AF | πλήρης Α | κάλον η πονηρον AF | ἔαν 2°] αν F | ειπη] + μοι AF 14 τόπον] οἶκον F 15 Α | αληθεινως AF 16 om πάρα AF | ἰδὼν· ἐν ὕπνω BAvidF Ι απεκαλ. A 17 υἵους] pr τοὺς Α 18 εχθρος] αδεφος F* εχρος [sic] F1 mg))
    311

    καὶ ἰδὼν τὸν Ἀμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν [*](B)

  • Ἀρχὴ ἐθνῶν ᾿Αμαλήκ,
  • καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
  • καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • Ἰσχυρὰ ἡ κατοικία σου·
  • καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,
  • καὶ ἐὰν γένηται τῷ Βεὼρ νεοσσιὰ πανουργίας,
  • Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν.
  • καὶ ἰδὼν Ὤγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • *Ὤ ὤ, τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός;
  • καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων,
  • καὶ κακώσουσιν ᾿Ασσούρ, καὶ κακώσουσιν ᾿Εβραίους,
  • καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.
  • καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν, ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ· καὶ Βαλὰκ ἀπῆλθεν πρὸς ἑαυτόν.

    Καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σάττειν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς Θυγατέρας Μωάβ.

    καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔψαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν,

    καὶ ἐτελέσθη ᾿Ισραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ κύριος τῷ ᾿Ισραήλ.

    καὶ εἶπεν τῷ Μωυσῇ Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παρααὐτοὺς Κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ κυρίου ἀπὸ ᾿Ισραήλ.

    καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς ᾿Ισραήλ Αποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ ΒεελΦεγώρ.