Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν, καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ.

καὶ ἔλαβεν Ἐλεαζὰρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ ὅσαπροσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,

κατακεκαυμένοι, τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου, καὶ οὐκ ἔσται ὥσπερ κόρε [*](AF) [*](27 σκηνης κορε] † καὶ Δαθαν καὶ Αβειρων Α κορε συναγωγῆς F | Αβιρων F | ειστηκ. Bab | σκηνων] σκηνωμματων AF 29 om οὔχι F* (hab F1 mg) ἀπέσταλκεν] ἀπέστειλεν AF 30 καταβήσονται] ονται sup ras Aa Ι γνωσεσθαι εσθ rescr) Α 31 πάντα Α* ς superscr A1) Ι ὑποκάτω] + πόδων AF 33 ὅσα] pr πάντα AF | ἀυτῶν] αὐτοῖς AF Ι ζωντες Α 34 λέγοντες] pr εἶπαν AF 37 ’τον υἱὸν] om ’τον F 38 λεπίδες B* λεπιδας Bab) | τοις υιοις] pr εν Α 40 προσέλθητε B* προσελθη Ba) μηδεὶς AF)

293
καἰ ἡ ἐπισύστασις αὐτοῦ· καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ [*](B) αὐτῷ.

καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ἰσραὴλ τῇ αὔριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν λέγοντες ‘Yμεῖς ἀπε κτάνκ ατε τὸν λαὸν κυρίου.

καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρών, καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ τήνδε, ἐκάλυψεν αὐτὴν ἡ νεφέλη, καὶ ὤφθη ἡ δόξα κυρίου.

καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου·

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων

Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν.

καὶ εἶπεν Μωυσῆς πρὸς Ἀαρών Λάβε τὸ πυρεῖον, καὶ ἐπίθες ἐπ’ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἐπίβαλε ἐπ’ αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολήν, καὶ ἐξιλάσεται περὶ αὐτῶν· ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου, ἦρκται θραύειν τὸν λαόν.

καὶ ἔλαβεν Ἀαρὼν καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκται ἡ θραῦσις ἐν τῷ λαῷ. καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ·

καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις ἐν τῷ λαῷ.

καὶ ἐγένοντο οἱ ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι, τῶν τεθνηκότων ἕνεκεν κόρε.

καὶ ἐπέστρεψεν Ἀαρὼν πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἡ θραῦσις. XVII